4
τί δὴ οὖν τὸ παράδειγμα; ἦν τις ἄνθρωπος ἐν Θήβαις Ἐπαμεινώνδας λεγόμενος· οὗτος ἐφίλει τὴν πατρίδα πάντων μάλιστα· καιρῶν δὲ ἐπιλαβόμενος, οἷοι τότε ἦσαν, πολλὰ καὶ μεγάλα εὐεργέτησεν. ἀντὶ γὰρ δειλῶν καὶ ἀδυνάτων καὶ ἄλλοις ὑπακουόντων πρωτεύειν ἐποίησεν ἐν τοῖς Ἕλλησι καὶ τῆς ἡγεμονίας ἀντιποιεῖσθαι. τότε μὲν γὰρ ταῦτα ἦν δυνατά, νῦν δ’ ἕτεροι γεγόνασιν οἱ καιροί· πλὴν τά γε τῆς εὐνοίας καὶ τῆς προθυμίας ἀεί ποτε ὅμοια. οἱ γὰρ προδόται καὶ συκοφάνται καὶ πάντα πράττοντες κατὰ τῶν πολιτῶν καὶ τότε ἦσαν ἐν ταῖς πόλεσι· καὶ μὴν φιλοῦντες τὰς πατρίδας καὶ τοὺς πολίτας τοὺς αὑτῶν μηδὲν κακὸν πάσχειν ἐθέλοντες καὶ τὰς πατρίδας αὔξειν φιλοτιμούμενοι τότε μὲν πολλοὶ καὶ μεγάλα πράττοντες καὶ ἐλάττω ποιεῖν ἀγαθὰ δυνάμενοι.
5
ὁ δ’ οὖν Ἐπαμεινώνδας ἐκεῖνος ὑπὸ τῶν ἀνομοίων ἐμισεῖτο καί τινες ἦσαν οἱ διαβάλλοντες αὐτόν, ὁ δὲ δῆμος, ὡς ἂν δῆμος, ἠγνόει καὶ ἀνεπείθετο. καί ποτε τῶν ἀπεγνωσμένων τις καὶ ἀτίμων καὶ ὅτε ἐδούλευεν ἡ πόλις καὶ ἐτυραννεῖτο πάντα κατ̓ αὐτῆς πεποιηκὼς ἐν ἐκκλησίᾳ τὸν Ἐπαμεινώνδαν ἐλοιδόρει, καὶ πολλὰ καὶ χαλεπὰ ἔλεγε· πᾶς γὰρ ὁ ψευδόμενος οὐχ ὅ,τι ἀληθὲς εἴπῃ ζητεῖ, μηδέν γε ἀληθὲς λέγειν δυνάμενος, ἀλλ’ εἴ τι χαλεπόν. καὶ αὐτὸς ἐπαναστὰς περὶ μὲν τῶν ἄλλων οὐκ εἶπεν οὐδ᾽ ἀπελογήθη πρὸς οὐδέν, μόνον δὲ πρὸς ἐκεῖνον, τῇ δ’ αὑτοῦ φωνῇ βοιωτιάζων Ἀλλά τοι Δαμάτηρ, ἔφη, κεχολωμένα γένοιτο. οἱ δὲ Θηβαῖοι ἀκούσαντες ἥσθησαν καὶ ἐγέλασαν εἰκότως, ἀναμνησθέντες οἶμαι τῆς ἐκείνου πρὸς τὸν δῆμον εὐνοίας καὶ τοῦ λοιδοροῦντος τῆς συκοφαντίας.