6
ἐγὼ μὲν οὖν εἴ τις λέγοι πρὸς ἐμὲ ἀνάξιον ἐμοῦ εἴτε ἄντικρυς εἴτε καὶ μετὰ σχήματος, ἵνα δοκῇ ῥήτωρ, καὶ ταῦτα οὐκ ὢν εὐσχήμων αὐτός, ἀποκρινοῦμαι αὐτῷ τὴν τοῦ Ἐπαμεινώνδου ἀπόκρισιν. εὖ δ’ ἴστε ὅτι ταῦτα ποιοῦσι καὶ λέγουσι βαρυνόμενοι τὴν ἐμὴν ἐπιδημίαν δι’ ἄλλο μὲν οὐδέν· οὔτε γὰρ ἐνεδρεύω τινὰ τῶν πολιτῶν οὔτ’ ἀργύριον λαμβάνω παρά τινος οὔτε δασμολογεῖν ἕτοιμός εἰμι τὴν χώραν τὴν ὑμετέραν οὔτ’ ἐν τῇ ἀγορᾷ φαίνομαί τινι ὀχληρός· οὐ γάρ εἰμι ῥήτωρ· οὐδὲ εἶπον ὑπὲρ οὐδενὸς ἢ ἑνὸς ἀνθρώπου δυστυχοῦς, ὃν ἐκώλυσα ὑπὸ τῶν συγγενῶν καὶ τῶν ἐπιτρόπων διασπασθῆναι, πρότερον μὲν αὐτοῦ τὰ γράμματα ὑφῃρημένων καὶ πολλὰ τῆς οὐσίας διηρπακότων, ὕστερον δὲ καταψευδομαρτυρούντων·
7
ἄλλην δὲ οὐδεμίαν εἴρηκα δίκην, ὥστε δι’ οὐδὲν οὐδενὶ βαρύς εἰμι. ἀλλ’ ἵνα, ἐάν ποτε γένηται καιρὸς οἷον εὔχονταί τινες, ὅμοιος τῷ πρότερον, οἷος οὐκ ἔσται· πλὴν εἰ γένοιτο, ἵνα μὴ παρῶ τῷ δήμῳ μηδὲ ἕξουσιν οἱ συκοφαντούμενοι τὸν παραιτούμενον ἢ συναλγοῦντα. καὶ διὰ τοῦτο δυσκόλως ἐμὲ φέρει τις ἐπιδημοῦντα. καὶ γὰρ εἰ πλείους ἦσαν, ὥσπερ εἰσίν, οὐδεὶς ἐμοῦ φήσει μᾶλλον. ἐγὼ δὲ ἔχω παρρησίαν πρὸς ὑμᾶς ὅσην οὐδείς. τῆς μὲν γὰρ εὐτυχίας τῆς ἐμαυτοῦ παρεχώρησα ὑμῖν, τῆς δὲ δυστυχίας τῆς ὑμετέρας μετέλαβον.
8
καὶ νῦν δεῖ με ἀποδημεῖν, οὐχ ὡς πρότερον ἀλύπως, πάντων με ἀγαπώντων καὶ θαυμαζόντων, ἀλλὰ μετ’ ἔχθρας τινῶν· ἐπεὶ αὐτός γε οὐδὲν ἔπαθον κακόν· οὐ γὰρ πώποτ’ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους. οὐ μέντοι θαυμάζω τὰ παρόντα πράγματα· ἐπεὶ καὶ Σωκράτης ἐκεῖνος, οὗ μέμνημαι πολλάκις, ἐν μὲν τῇ τυραννίδι τῶν τριάκοντα ἔπραττε πάντα ὑπὲρ τοῦ δήμου καὶ τῶν κακῶν οὐδενὸς ἐκοινώνησεν, ἀλλὰ καὶ πεμφθεὶς ὑπ’ αὐτῶν ἐπὶ Λέοντα τὸν Σαλαμίνιον οὐχ ὑπήκουσε, καὶ τοῖς τυράννοις ἄντικρυς ἐλοιδορεῖτο, λέγων ὁμοίους εἶναι τοῖς πονηροῖς βουκόλοις, οἳ παραλαβόντες ἰσχυρὰς τὰς βοῦς καὶ πολλάς, ὀλίγας καὶ ἀσθενεστέρας ποιοῦσιν.