1
Ἄνδρες πολῖται, βούλομαι ὑμῖν ἀποδοῦναι λόγον τῆς ἐπιδημίας ταύτης, ἐπειδὴ καὶ βραχὺν οἴομαι τὸν λοιπὸν ἔσεσθαί μοι χρόνον. τὴν μὲν γὰρ φυγὴν ὅπως διήνεγκα, μὴ φίλων ἐρημίας ἡττηθείς, μὴ χρημάτων ἀπορίας, μὴ σώματος ἀσθενείας, πρὸς δὲ τούτοις ἅπασιν ἐχθρὸν ἀνεχόμενος οὐ τὸν δεῖνα οὐδὲ τὸν δεῖνα τῶν ἴσων τινὰ καὶ τῶν ὁμοίων ἐνίοτε φθεγγομένων, ἀλλὰ τὸν ἰσχυρότατον καὶ βαρύτατον καὶ δεσπότην ὀνομαζόμενον καὶ θεὸν παρὰ πᾶσιν Ἕλλησι καὶ βαρβάροις, τὸ δὲ ἀληθὲς ὄντα δαίμονα πονηρόν, καὶ ταῦτα οὐ θωπεύων αὐτὸν οὐδὲ τὴν ἔχθραν παραιτούμενος, ἀλλὰ ἐρεθίζων ἄντικρυς καὶ τὰ προσόντα κακὰ μὰ Δἴ οὐ μέλλων νῦν ἐρεῖν ἢ γράψειν, ἀλλὰ εἰρηκὼς ἤδη καὶ γεγραφώς, καὶ τούτων πανταχῇ τῶν λόγων καὶ τῶν γραμμάτων ὄντων, οὐχ ὑπὸ μανίας καὶ ἀπονοίας ταῦτα πράττειν ἐπαιρόμενος, ἀλλὰ κρείττονι πεποιθὼς δυνάμει καὶ βοηθείᾳ τῇ παρὰ τῶν θεῶν, ἧς καταφρονοῦσιν οἱ πολλοὶ καὶ ἀνωφελῆ νομίζουσιν.
2
τὸ δὲ περὶ τούτων καθ’ ἕκαστον λέγειν ἡγοῦμαι εἶναι περιττόν. παρ’ ἄλλοις γὰρ μᾶλλον γιγνώσκεται ταῦτα καὶ τυγχάνει δόξης καὶ τιμῆς τῆς προσηκούσης. παρ’ ὑμῖν δὲ ἂν διεξίω τὸν τῆς φυγῆς χρόνον, οὐκ ὀδύρεσθαί με φήσει τις, πολὺ δὲ μᾶλλον ἀλαζονεύεσθαι. τελευτήσαντος δὲ ἐκείνου καὶ τῆς μεταβολῆς γενομένης ἀνῄειν μὲν πρὸς τὸν βέλτιστον Νέρβαν. ὑπὸ δὲ νόσου χαλεπῆς κατασχεθεὶς ὅλον ἐκεῖνον ἐζημιώθην τὸν καιρόν, ἀφαιρεθεὶς αὐτοκράτορος φιλανθρώπου κἀμὲ ἀγαπῶντος καὶ πάλαι φίλου. καὶ ὀμνύω τοὺς θεοὺς ὑμῖν ἅπαντας, οὐκ ἐφ’ οἷς ἂν εἰς ἐμαυτὸν ἢ τῶν ἐμῶν τινα ἔλαβον, οὐκ ἐπὶ τούτοις ἄχθομαι διαμαρτών, ἀλλ’ ἐφ’ οἷς ὑμῖν καὶ δημοσίᾳ τῇ πόλει παρασχεῖν ἐδυνάμην, ταύτην ἐγὼ μεγάλην ἀριθμῶ βλάβην καὶ ζημίαν.