6
καίτοι καὶ τοῦτο ἀκήκοα πολλῶν ἐγὼ λεγόντων ὡς πρότερον ἀντιγράψαντος περὶ τῆς διοικήσεως τῶν ἡγεμόνων τινὸς καὶ τοῦ πράγματος ἀποτευχθέντος πολλοὶ κατεγέλων τῆς πόλεως, οὐ τῶν ἀστυγειτόνων ʽἧττον γὰρ ἂν ἦν τὸ δεινόν’ ἀλλὰ τῶν πολιτῶν, ὡς μειζόνων ἢ καθ’ αὑτὴν ἐφιεμένης καὶ διαφερούσης οὐδὲν κατὰ τὴν ἀφροσύνην τῶν παίδων τῶν βασιλέων. καὶ ταῦτα λέγοντες οὐκ ᾐσχύνοντο διασύροντες τὴν αὑτῶν πατρίδα καὶ καθαιροῦντες ἐν τοῖς λόγοις αὑτοὺς ἀνοήτως. εἴτε γάρ εἰσι τῶν πρωτευόντων ἐν αὐτῇ ἢ τιμωμένων, αὑτοὺς καθαιροῦσιν ἀσθενοῦς καὶ ἀδόξου πόλεως προεστηκότες· εἴτε τῶν ἀπερριμμένων εἰσὶ καὶ τῶν ὑστάτων, ἔτι μείζω καὶ χαλεπωτέραν ποιοῦσι τὴν ἀτιμίαν αὑτοῖς, εἰ τῆς ἐσχάτης πόλεως ἔσχατοι τυγχάνουσιν ὄντες.
7
ἵνα δὲ μὴ διὰ τοὺς ἐμπίπτοντας λόγους τοῦ προτεθέντος ἐκκρουσθῶ, τούτων ὅπως δήποτε ληφθέντων καὶ κομισθέντων ἐνταῦθα, σκοπεῖτε εἴ τῳ βαρὺς γέγονα τῶν πολιτῶν ἢ κατ’ ἰδίαν ὑπὲρ ἐμαυτοῦ λέγων ἢ κοινῇ προφέρων καὶ ὀνειδίζων χάριτας ἢ προαγαγών τινας ὧν ἐβουλόμην· ἢ τοὐναντίον οὐκ ἔλαττον ἑκατὸν βουλευτῶν καταλεγέντων ἕτεροι μὲν εἰσήγαγον φίλους αὑτῶν καὶ παρεσκεύασαν ὅπως ἕξουσι τοὺς συναγωνιζομένους καὶ βοηθοῦντας οἷς ἄν ποτε ἐθέλωσιν· ἐγὼ δὲ οὔτ’ ἐποίησα τοιοῦτον οὐδὲν οὔτε διελέχθην τοιοῦτον, ὡς ἐμοὶ μᾶλλον ἂν προσθεμένων, εἰ ἐβουλόμην, ἢ ἄλλῳ τινί.
8
μάλιστα μὲν γὰρ ἠξίουν μηδὲ ἕτερον μηδένα τοιοῦτον ἔθος εἰσάγειν μηδὲ καθ’ ἑταιρείας πολιτεύεσθαι μηδ’ εἰς μέρη διασπᾶν τὴν πόλιν· εἰ δ’ οὖν, αὐτὸς ἀπέχεσθαι τῶν τοιούτων ἁμαρτημάτων, εἰ καὶ πάντων ἔλαττον ἰσχύειν ἔμελλον καὶ μηδενὸς ἀξιοῦσθαι λόγου. τί οὖν ἥμαρτον ἐν τούτοις καὶ τί παρελείφθη μοι; δίκαιός εἰμι πρὸς ὑμᾶς ὁμολογεῖν ὅτι μήτε αὐτὸς μηδὲν ἔπραττον ἄδικον καὶ παράνομον μήτε τοὺς ἄλλους ἐκώλυον, ἐξὸν ἑνὶ ῥήματι κωλῦσαι καὶ καταστάντα καὶ μηνῦσαι τὸ γιγνόμενον καίπερ εἰδόσιν ὑμῖν καὶ τοῖς ἡγεμόσιν. εἰ δὲ μήτε ὑμεῖς προσείχετε μήτε τῶν ἡγεμόνων τὸ πρᾶγμα ἥπτετο, οὐ χαλεπὸν ἦν ἐπιστεῖλαι τῷ αὐτοκράτορι.