12
ἀλλὰ περὶ ταῦτα μὲν ἴσως οὐχ ὅμοιος ἑτέροις γέγονα, λέγω δὲ οὐ τῶν ἰδιωτῶν μόνον, ἀλλὰ πολλῶν καὶ φιλοσόφων καλουμένων σωφρονέστερος· ἐλύπησα δὲ ἐν τοῖς ἔργοις τὴν πόλιν. περὶ δὲ τούτων, ὡς ἐγένετο, πολλάκις ἀκηκόατε· δεῖ δὲ καὶ νῦν ἴσως ἀναμνῆσαι. ἐγὼ γάρ, ἄνδρες, τὸ μὲν βούλεσθαι τὴν πόλιν κοσμεῖν καὶ κατασκευάζειν μὴ μόνον στοαῖς καὶ ὕδασιν, ἀλλά, εἰ δυνατὸν ἦν, καὶ τείχεσι καὶ λιμέσι καὶ νεωρίοις ὁμολογῶ.
13
καὶ τοῦτον τὸν ἔρωτα οὕτως, εἴτε παιδικὸν φήσει τις εἴτε ἀνόητον, οὐκ ἔξαρνός εἰμι τὸ καὶ συνοικίζειν ἐθέλειν τὴν πόλιν καὶ πλῆθος ἀνθρώπων εἰς αὐτὴν ὅσον δύναμαι συναγαγεῖν, καὶ οὐ μόνον τῶν ἐπιχωρίων, ἀλλ̓, εἰ δυνατὸν ἦν, καὶ ἑτέρας πόλεις συνελθεῖν ἀναγκάσαντα, ὥσπερ Ἐπαμεινώνδας ποτὲ τὴν Βοιωτίαν εἰς τὰς Θήβας συνῴκισε καὶ Θησεὺς τὴν Ἀττικὴν εἰς τὰς Ἀθήνας, καὶ Μυτιληναῖοί ποτε λέγονται τῆς Αἰολίδος κατασχόντες καὶ τῶν περὶ τὸν Ἑλλήσποντον καὶ Τρῳάδα τόπων τὴν Λέσβον ἅπασαν εἰς μίαν τὴν αὑτῶν συναγαγεῖν πόλιν.
14
οὐ μὴν ἀλλ’ ἐπιστάμενός γε τὰς διανοίας τῶν ἐνθάδε ἀνθρώπων ἐνίων καὶ τὴν ἐμαυτοῦ δύναμιν καὶ τὰς ἀσχολίας καὶ τὸν χρόνον τῆς ἐπιδημίας, ὅτι μοι βραχύς ἐστι παντελῶς, οὔτε ἡπτόμην οὐδενὸς μείζονος οὔτε ἤλπιζον, μόνον δὲ τὴν διάνοιαν οὐκ ἐδυνάμην τὴν ἐμαυτοῦ κατέχειν, ἀλλ̓ ὥσπερ οἱ ἐρῶντες ἀεί ποτε περὶ τῶν τοιούτων τοιαῦτα διεξίασιν οἵων καὶ ἐπιθυμοῦσι, κἀγὼ πολλάκις ἐμεμνήμην ὧν καὶ ἐνόμιζον συμφέρειν γενέσθαι τῇ πόλει κατασκευῆς ἕνεκα καὶ συνοικισμοῦ καὶ προσόδων καὶ μυρίων ἄλλων.