15
ἃ εἴ ποτε γένοιτο καιρὸς ἐπιτελεσθῆναι καὶ θεῶν τις ποιήσειε, τότε ὄψεσθε τὴν ὑπερβολὴν τῆς τινων ἔχθρας καὶ τοῦ πρὸς ἐμὲ μίσους, ἵνα μὴ λέγω τοῦ πρὸς ὑμᾶς, ὡς οὐκέτι ἀμφιβόλως οὐδὲ πρᾴως ἐροῦσι καὶ λοιδορήσονται, φανερῶς δὲ καὶ ἄντικρυς, κἂν μὴ κωλῦσαι δυνηθῶσιν, ἀπάγξονται πρότερον ἢ τὴν πόλιν ἰδεῖν, οἵαν αὐτὴν βουλομένων θεῶν οὐκ ἀδύνατον γενέσθαι. τότε δ’ οὖν τοῦ ἡγεμόνος δεξαμένου τὸ πρᾶγμα, τυχὸν μὲν δι’ ὑμᾶς, ἴσως δὲ καὶ δι’ ἐμέ, καὶ συναγαγόντος ἐκκλησίαν οὐ προειδότος ἐμοῦ καὶ περὶ τούτων ἀναγιγνώσκοντος, οὐκ ἐδυνήθην τὴν ἡσυχίαν ἄγειν, ἀλλ’ ἀνέστην καὶ συνεβούλευσα καὶ ἐνεδειξάμην τοῖς ἀγνοοῦσι τὸ πρᾶγμα.
16
καὶ μετὰ ταῦτα οὐχ ὁ μὲν δῆμος ὑμεῖς ἐπεθυμήσατε τῶν ἔργων, τῶν δὲ ἐν τέλει τις ἀντεῖπεν, οὐδὲ ἀντεῖπε μὲν οὐδείς, οὐ μὴν προθυμούμενος εὑρέθη καὶ συμπράττων, ἀλλὰ πάντες ὡς ἐπ’ ἀγαθοῖς οὖσι καὶ συμφέρουσιν οὐ λόγῳ μόνον συμπράττοντες καὶ συνεισφέροντες· καὶ τὸ πρᾶγμα ὡς καλὸν καὶ μεγαλοπρεπὲς καὶ τῇ πόλει συμφέρον, οὕτως ἐγένετο
(29)ΠΡΟ ΤΟΥ ΦΙΛΟΣΟΦΕΙΝ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ.
1
Ἐγὼ οὐχ οὕτως ἐκπέπληγμαι ἐφ’ οἷς ποιεῖτε, ὦ ἄνδρες, τοιούτοις οὖσιν, ἀλλ’ ἐπεὶ οὐδεμίαν αἰτίαν ὁρῶ τῆς ὑμετέρας ὀργῆς πρὸς ἐμέ, τοῦτό ἐστι τὸ εἰς ἀπορίαν ἄγον. ὀργὴν μὲν γὰρ δικαίαν ἔστι παραιτήσασθαι ἀνθρώπων, μῖσος δὲ ἄδικον τίς ἂν θεραπεύσαι; ἀξιῶ δὲ ὑμᾶς ἀκοῦσαί μου λέγοντος οὐκ ἐμοῦ ἕνεκα μᾶλλον ἢ ὑμῶν αὐτῶν. εἰ μὲν γὰρ οὐδὲν ἀδικῶ, οὐδὲ ὑμεῖς βούλεσθε δήπου ἀναιτίως μισεῖν τινα τῶν ὑμετέρων πολιτῶν· εἰ δὲ ἀδικῶ, κατ̓ ἐμοῦ ὁ λόγος ἔσται, οὐχ ὑπὲρ ἐμοῦ· καὶ οὕτως γε μείζω ὑμῖν ὑφέξω τιμωρίαν ἢ αὐτοὶ ζητεῖτε. τὸ γὰρ ἐξελεγχθῆναι πονηρὸν ὄντα τῷ παντὶ δεινότερον τοῦ λευσθῆναι ἢ καταφλεγῆναι.