9
τί οὖν ἐστιν ὅ γε ἐγὼ ποιῆσαι δυνάμενος, ὥστε ἀπαλλάξαι ὑμᾶς τῆς ἀπορίας, οὐ βούλομαι, ἤ διότι πρὸς ἐμὲ οὕτως ἔχετε; ὅτι νὴ Δία τὰς στοὰς ἐπὶ τῶν θερμῶν ᾠκοδόμηκα καὶ ἐργαστήρια· τοῦτο γά ἐστιν, ὅ φασιν ἔνιοι ἀδικεῖσθαι ὑπ’ ἐμοῦ τὴν πόλιν. καὶ τίνα πώποτε ἢ ὑμεῖς ἢ ἄλλος τις ἀνθρώπων ἐμέμψατο ἐν ἀγρῷ αὑτοῦ οἰκίαν οἰκοδομοῦντα; ἢ παρὰ τοῦθ’ ὁ σῖτος πλείονός ἐστι; καίτοι πέντε μυριάδων ἐώνημαι τὸ χωρίον, τῷ παντὶ πλείονος τιμῆς τῆς ἀξίας. ἀλλ’ ἐγὼ αἰσχύνομαι νὴ τὸν Δία καὶ τοὺς θεούς, εἴ τις τῶν πολιτῶν, οὐ γὰρ δή γε ἡ πόλις, οὕτω μοχθηρός, ὥστε λυπεῖσθαι καὶ φθονεῖν, ἐάν τινα ἴδῃ στοὰν ἢ ἐργαστήριον ᾠκοδομηκότα.
10
καὶ μὴν τό γε πρᾶγμα, ἐφ’ ᾧ παρωξύνθητε, δεῖται μέν τινος ἐπιμελείας ἀληθῶς, οὐ μέντοι ἀνήκεστόν ἐστιν οὐδὲ ὥστε τοιαῦτα ποιεῖν. ἡ γὰρ τιμὴ τοῦ σίτου τῆς μὲν συνηθείας παρ’ ἡμῖν πλείων γέγονεν, οὐ μὴν ὥστε ἀπειπεῖν. ἀλλ’ εἰσὶ πόλεις, ἐν αἷς ἀεὶ τοσούτου ἐστίν, ὅταν ἄριστα ἔχῃ. πάλιν αὖ θορυβεῖτε, ὥσπερ ἐμοῦ λέγοντος ὅτι καὶ παρ’ ὑμῖν αὐτὸν τοσούτου προσήκει εἶναι καὶ μηδέποτε ἥττονος. ἐγὼ δέ φημι δεῖν προσέχειν μὲν ὅπως ἐλάττονος ἔσται, μὴ μέντοι πικρῶς οὕτως ἔχειν ἐπὶ τῷ συμβεβηκότι μηδὲ ἐξεστάναι· ὡς τά γε γενόμενα νῦν οὐχὶ τοιαῦτά ἐστιν, οἷα ἐπὶ τοιούτῳ πράγματι, ἀλλ’ εἰ τὰ τέκνα ὑμῶν καὶ τὰς γυναῖκας ἀνῃρήκειμεν, οὐδὲν ἂν εἴχετε ποιῆσαι χαλεπώτερον.
11
τὸ γὰρ πολίταις ἑαυτῶν ὀργιζομένους ʽεἰ μὲν ἀδίκως ἢ δικαίως, ἐὦ πολίταις δ’ οὖν καὶ τούτοις ἐπιτίμοις καὶ μηδενὸς χείροσι μὴ δοῦναι λόγον μηδὲ λαβεῖν, ἀλλ’ εὐθὺς λιθάζειν καὶ κατακαίειν τὰς οἰκίας, ἵνα, εἰ ἐδύνασθε, μετὰ τῶν παίδων αὐτοὺς καὶ τῶν γυναικῶν συμφλέξητε, τίνων ἐστὶν ἀνθρώπων; ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τοὺς θεούς, εἰ καὶ χαλεπῶς ἀκούσεσθε, οὐ δοκεῖ τὰ τοιαῦτα εἶναι τῶν ἐνδεῶς πραττόντων οὐδὲ τῶν οὐκ ἐχόντων τὰ ἀναγκαῖα. ἡ γὰρ ἔνδεια σωφροσύνην ποιεῖ. καὶ ταῦτα εἰ μὴ δοκεῖτε ὑπὲρ ὑμῶν λέγεσθαι, πλεῖστον ἁμαρτάνετε.