1
Πρῶτον μέν, ὦ ἄνδρες, ὅταν ἀναστῶ, μὴ πάντως ἡγεῖσθε λόγων ἀκούσεσθαι θαυμαστῶν μηδὲ ἐπισήμων· λέγω δὲ οἷον πρὸς ἡδονήν τινα ἢ κάλλος ἢ σοφίαν εἰργασμένων. ἴσως μὲν γὰρ οὐδὲ ἄλλως ἦμεν ἱκανοὶ πρὸς τὸ τοιοῦτον, ἀλλὰ τύχῃ τινὶ τὸ πλῆθος καὶ τὰς πόλεις πάσας ἐξηπατήσαμεν· εἰ δ’ οὖν, ἀλλὰ νῦν πολλὴν ἀπορίαν καὶ λήθην εἰκὸς ἡμῖν γεγονέναι τῶν τοιούτων λόγων. ὁποῖα γὰρ ἂν πράττῃ τις καὶ ἐν ὁποίοις ἂν ᾖ πράγμασιν, ἀνάγκη καὶ τοὺς λόγους εἶναι παραπλησίους. ἡμεῖς δὲ πολὺν ἤδη χρόνον σμικρὰ καὶ ἄδοξα πράττομεν· καὶ τοῦτο ἴσως ἀναγκαῖόν ἐστιν.
2
ὡς ἐγὼ πρότερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὑτῶν πατρίδας οὐδενὸς ἀναγκάζοντος, παρ’ ἄλλοις δὲ ζῆν ἑλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλείστου ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. λέγω δὲ τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι ἔμεινε ταῦτα λέγοντων.
3
οὐκ ἄρα ἐφρόνουν ἃ ἔλεγον; πάντων μάλιστα, ὡς ἐμοὶ δοκοῦσιν. ἀλλὰ καλὸν μὲν ἡγοῦντο καὶ τῷ ὄντι μακάριον καὶ πρέπον ἀνδράσι σοφοῖς τὸ πρᾶγμα τῆς ἑαυτοῦ πόλεως ἐπιμέλειαν· τὰς δὲ ἐνούσας δυσκολίας καὶ τὰς χαλεπότητας ὑφεωρῶντο καὶ τῶν μὲν ἄγνοιαν, τῶν δὲ φθόνον, τῶν δὲ ἀγνωμοσύνην, εἰ μή τις σοφὸς ὢν ἅμα δύναιτο τὴν τοῦ Ἡρακλέους ἔχειν ἰσχὺν καὶ δύναμιν· τοῦτο δὲ ἀδύνατον ἡγοῦντο.
4
καίτοι τὸν Ἡρακλέα αὐτὸν ἀκούομεν τῆς μὲν Αἰγύπτου κρατῆσαι καὶ τῆς Λιβύης, ἔτι δὲ τῶν περὶ τὸν Εὔξεινον Πόντον οἰκούντων καὶ Θρᾳκῶν καὶ Σκυθῶν, καὶ τὸ Ἴλιον ἑλεῖν μικρῷ στόλῳ παραβαλόντα καὶ πάντων ἄρξαντα τῶν ἐθνῶν τούτων καὶ καταστῆσαι βασιλέα αὑτόν· ὁπότε δὲ εἰς Ἄργος ἀφίκοιτο, τὴν Αὐγέου κόπρον μεταφέρειν ἢ τοὺς ὄφεις θηρᾶν ἢ τὰς ὄρνιθας διώκειν, ἵνα μὴ ἐνοχλῶσι τοὺς ἐν Στυμφάλῳ γεωργούς, ἢ ἄλλα τοιαῦτα ποιεῖν φαῦλα καὶ ταπεινὰ προσταττόμενον· τελευταῖον δὲ εἰς ᾅδου φασὶ πεμφθῆναι αὐτόν· οὕτω σφόδρα ἐπιεικῶς αὐτῷ χρῆσθαι τὸν πολίτην. τοὺς δὲ Ἀργείους καὶ Θηβαίους ἐπαινεῖν μὲν καὶ ἀγαπᾶν τὸν Ἡρακλέα, περιορᾶν δὲ ὑβριζόμενον.