12
ἵνα δ’ οὖν μὴ ἐπιλάθωμαι οὗ χάριν ἀνέστην, ἁμάρτημα ἴσως ἥμαρτον ἀνθρώπινον. νῦν οὖν τίνα με βούλεσθε ὑποσχεῖν ζημίαν ἀντὶ τούτου τοῦ ἁμαρτήματος ἢ τί ποιεῖν; ἀξιῶ συμβούλους ὑμᾶς γενέσθαι· πότερον καθελεῖν με τὸ ἔργον ταῖς ἐμαυτοῦ δαπάναις τὸ γεγονὸς καὶ ποιῆσαι πάντα ὁποῖα ἦν πρότερον; ἀλλὰ ἴσως οὐ δυνήσομαι.
13
ἢ τί πρὸς θεῶν; εἴπατέ μοι. ἐγὼ μὲν γὰρ ᾤμην ὁρῶν τὰ τοιαῦτα πόλεις ἄλλας φιλοτιμουμένας, οὐ μόνον τὰς κατὰ τὴν Ἀσίαν λέγω καὶ Συρίαν καὶ Κιλικίαν, ἀλλὰ ταύτας τὰς ἀστυγείτονας καὶ πλησίον, τὴν τῶν Νικομηδέων, τὴν τῶν Νικαέων, τοὺς Καισαρεῖς τούτους, εὐγενεῖς μὲν ἀνθρώπους καὶ σφόδρα Ἕλληνας, πολὺ δὲ μικροτέραν τῆς ἡμετέρας οἰκοῦντας πόλιν, καὶ τοὺς πολιτευομένους παρ’ ἑκάστοις, ἐὰν καὶ περὶ τῶν ἄλλων διαφέρωνται, τά γε τοιαῦτα ὁμοφρονοῦντας, καὶ τὸν αὐτοκράτορα τοιαῦτα ἐπιστέλλοντα τύχῃ τινί, ὅτι βούλεται πάντα τρόπον αὔξεσθαι τὴν πόλιν ὑμῶν (ἐπιτρέψατε δὲ ἀναγνῶναι τὴν ἐπιστολήν, ἐπειδὴ τὴν τοῦ Ἀριστοτέλους μακρὸν ἦν καὶ περίεργον· — )
14
ᾤμην καὶ παρ’ ὑμῖν ταῦτα ἔσεσθαι, καὶ μηδένα λυπήσεσθαι τῆς πόλεως κατασκευαζομένης. καὶ τοῦτό γε ἀπέβη τοιοῦτον· καὶ γὰρ ἔδοξεν ὑμῖν ταῦτα καὶ πολλὰ καὶ πολλάκις συνεισεφέρετε αὐτοὶ καὶ προεθυμεῖσθε. τί οὖν βούλεσθε; ἐγὼ γὰρ ὄμνυμι τοὺς θεοὺς ὑμῖν ἅπαντας, ἦ μὴν ἀντὶ τοῦ λυπεῖν ὑμᾶς ἤ τινας ὑμῶν ἢ δοκεῖν βαρὺς οὐκ ἂν ἑλοίμην ἴδιά μοι γενέσθαι τὰ Δαρείου βασίλεια ἢ τὰ Κροίσου ἢ τὴν οἰκίαν τὴν πατρῴαν τὴν ἐμὴν χρυσῆν τῷ ὄντι, ἀλλὰ μὴ ὥσπερ ὀνόματι μόνον τὴν τοῦ Νέρωνος καλοῦσιν.
15
οὐδὲ γὰρ ὄφελος οὐδὲν οἰκίας χρυσῆς, οὐ μᾶλλον ἢ χύτρας χρυσῆς ἢ τῆς πλατάνου τῆς ἐν Πέρσαις. πόλεως δὲ ὄφελος οὐδὲν εὐπρεποῦς γιγνομένης, ἀέρα πλείονα λαμβανούσης, εὐρυχωρίαν, τοῦ μὲν θέρους σκιάν, τοῦ δὲ χειμῶνος ἥλιον ὑπὸ στέγῃ, ἀντὶ φαύλων καὶ ταπεινῶν ἐρειπίων οἰκήματα ὑψηλὰ καὶ μεγάλης πόλεως ἄξια· ἵνα ὥσπερ ἐπὶ τῶν εὐγενῶν πώλων καὶ τῶν σκυλάκων τὸ ἐσόμενον μέγεθος εἰκάζουσιν οἱ ὁρῶντες, ἐὰν ᾖ τὰ κῶλα ὑψηλὰ καὶ μεγάλα, ἐὰν δὲ ταπεινὰ καὶ ἀναυξῆ, φασὶν ἀεί ποτε μενεῖν τοιαῦτα, οὕτως ἔχῃ καὶ περὶ τὴν ἡμετέραν πόλιν.