22
ἔπειτα συνηθείας οὔσης μοι πρὸς τὸν αὐτοκράτορα, ἴσως δὲ καὶ φιλίας, καὶ πρὸς ἄλλους πολλοὺς τοὺς δυνατωτάτους σχεδόν τι Ῥωμαίων, ἐκείνοις συνεῖναι τιμώμενον καὶ θαυμαζόμενον· ἀλλὰ μὴ παρ’ ὑμῖν πρὸς τὸν δεῖνα ἢ τὸν δεῖνα ἐξεταζόμενον· εἰ δὲ ἄρα ἀποδημῶν ἥδομαι, τὰς μεγίστας πόλεις ἐπιέναι μετὰ πολλοῦ ζήλου καὶ φιλοτιμίας παραπεμπόμενον, χάριν εἰδότων μοι παῤ οὓς ἂν ἀφίκωμαι καὶ δεομένων λέγειν καὶ συμβουλεύειν καὶ περὶ τὰς ἐμὰς θύρας ἰόντων ἐξ ἑωθινοῦ, μηδὲν ἀναλώσαντα μηδὲ προστιθέντα, ὥστε θαυμάζειν ἅπαντας καὶ τυχὸν ἂν εἰπεῖν τινας, ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις, ὅτεών κε πόλιν καὶ δῆμον ἵκηται·
23
ἀλλὰ μὴ δαπανᾶν μὲν ἐξ ὀλίγων ὑπαρχόντων, ἀσχολεῖσθαι δὲ ἀσχολίας ἀνωφελεῖς, τὸ δὲ σῶμα, θεραπείας δεόμενον καὶ πολλῆς προσοχῆς, καταφθείρειν ἀμελοῦντα, τὴν δὲ ψυχὴν τοσοῦτον χρόνον ἐᾶν ἄγευστον φιλοσοφίας καὶ τῶν τοιούτων μαθημάτων, πρὸς δὲ τὸν δεῖνα ἐξετάζεσθαι ἢ τὸν δεῖνα καὶ κακῶς ἀκούειν ἐνίοτε καὶ δάκνεσθαι. πρὸς θεῶν ὁ ταῦτα ὑπὲρ ἐμοῦ φροντίζων καὶ διαλεγόμενος οὐχ οὗτός ἐστιν ἀνθρώπων ἁπάντων εὐνούστατος ἐμοὶ καὶ μάλιστα ὑπʼ ἐμοῦ φιλεῖσθαι δίκαιος; ὅταν δὲ ἀκούω λέγειν τινὰ ὡς περὶ τυράννου, παράδοξον ἐμοὶ φαίνεται καὶ γελοῖον.
24
ἐγὼ γὰρ ἐπίσταμαι τῶν τυράννων ἔργα τοιαῦτα, μοιχεύειν γυναῖκας ἀλλοτρίας καὶ διαφθείρειν παῖδας, ἀνθρώπους ἐλευθέρους τύπτειν καὶ αἰκίζεσθαι πάντων ὁρώντων, τοὺς δὲ καὶ στρεβλοῦν, οἷον εἰς ζέοντα λέβητα καθιέντας, ἄλλους δὲ καταπιττοῦντας· ὧν οὐδὲν ἐγὼ ποιῶ· ἑτέραν δὲ γυναῖκα τύραννον Σεμίραμιν, ὅτι πρεσβυτέρα τὴν ἡλικίαν οὖσα καὶ μάχλος ἠνάγκαζε συγγίγνεσθαί τινας ἑαυτῇ. τῶν δὲ τυράννων ἕνα ἀκήκοα ταῦτα ποιοῦντα, πρεσβύτην θρασύν.
25
ὧν τί πρὸς ἐμέ ἐστιν; ἢ ὅτι τὴν οἰκίαν οἰκοδομῶ πολυτελῶς; ἀλλ’ οὐκ ἐῶ πίπτειν; ἢ ὅτι πορφύραν αὐτὸς ἠμφίεσμαι; ἀλλ’ οὐ φαῦλον τριβώνιον; ἀλλ’ ὅτι κομῶ καὶ γένεια ἔχω; τοῦτο δ’ ἴσως οὐ τυραννικόν ἐστιν, ἀλλὰ βασιλικόν. ἔφη δ’ οὖν τις ὅτι καὶ τὸ κακῶς ἀκούειν καλῶς ποιοῦντα καὶ τοῦτο βασιλικόν ἐστιν.
(31)ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΕΚΚΑΗΣΙΑΙ.