7
καλὸν γὰρ δὴ καὶ συμφέρον ὁμοίως ἅπασι πόλιν ὁμογνώμονα ὁρᾶσθαι καὶ φίλην αὑτῇ καὶ συμπαθῆ κάλλιστον θεαμάτων, εὐδαιμονέστατον δὲ ἁπάντων κτημάτων μία γνώμη περὶ πάντων φαινομένη· ψόγον τε καὶ ἔπαινον ἐπὶ ταὐτὸ φέροντας, τοῖς τε ἀγαθοῖς καὶ τοῖς φαύλοις πιστὴν ἑκατέροις μαρτυρίαν καλὸν γάρ, ὥσπερ ἐν χορῷ τεταγμένῳ, συνᾴδειν ἓν καὶ ταὐτὸ μέλος, ἀλλὰ μὴ πονηροῦ τρόπον ὀργάνου διαφέρεσθαι διπλοῦς φθόγγους τε καὶ ἤχους ἀποφαίνοντας ἀπὸ διπλῶν καὶ ποικίλων ἠθῶν τρόπον αὐλοῦ κατεαγότος διπλᾶς φωνὰς ἐν ᾧ σχεδὸν ἥ τε καταφρόνησις καὶ δυστυχία καὶ τὸ μηδὲν ἰσχύειν μήτε παρ’ ἑαυτοῖς μήτε παρὰ τοῖς ἡγεμόσιν. οὔτε γὰρ τῶν ἀσυμφώνων φώνων χορῶν οὐδεὶς ἀκούει ῥᾳδίως ὅ,τι λέγουσιν οὔτε τῶν διαφερομένων πόλεων. ὥσπερ γὰρ ἐν μιᾷ νηὶ πλέοντας οὐ δυνατὸν οἶμαι χωρὶς ἕκαστον σωτηρίας τυγχάνειν, ἀλλ’ ἅμα πάντας, οὕτως οὐδὲ τοὺς συμπολιτευομένους.
8
πρέπει δὲ ὑμῖν παιδείᾳ διαφέροντας καὶ φύσει καὶ τῷ ὄντι καθαρῶς ὄντας Ἕλληνας ἐν αὐτῷ τούτῳ τὴν γενναιότητα ἐπιδεικνύναι. πολλὰ δ’ ἂν οἶμαι περὶ τούτων ἔλεγον καὶ πρὸς τὸ μέγεθος τῆς ὑποθέσεως, εἰ μὴ τό τε σῶμα κομιδῇ φαύλως εἶχον ὑμᾶς τε, ὅπερ ἔφην, οὐχ ἑώρων διενεχθέντας. οὐδὲ γὰρ γέγονεν οὐδὲν οὐδὲ φύεται παρ’ ὑμῖν τοῦτο τὸ νόσημα, ἀλλὰ ἴσως βραχεῖά τις ὑποψία, ἧς καθάπερ ὀφθαλμίας παρὰ τῶν ἐγγὺς ἀπελαύσαμεν. εἴωθε δὲ τοῦτο συμβαίνειν καὶ τῇ θαλάττῃ πολλάκις· τοῦ βυθοῦ κλυσθέντος ἰσχυρῶς καὶ χειμῶνος ἔξω γενομένου πολλάκις ἀδήλως ἐπεσήμηνε καὶ τοῖς λιμέσιν.