15
ἀλλ’ ἴσως μακρολογῶ, δέον βαδίζειν καὶ παρακαλεῖν τὸν ἡγεμόνα. τοσοῦτον δὴ μόνον ἐρῶ· οὐκ αἰσχρόν ἐστιν, εἰ μέλιτται μὲν ὁμονοοῦσι, καὶ οὐδεὶς οὐδέποτε ἑώρακεν ἑσμὸν στασιάζοντα καὶ μαχόμενον αὑτῷ· συνεργάζονται δὲ καὶ ζῶσιν ἅμα, καὶ παρέχουσαι τὴν τροφὴν αὑταῖς καὶ χρώμεναι . . . τί οὖν; οὐχὶ κἀκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι; νὴ Δία, γίγνονται μέν· ὅμως δὲ καὶ τούτους πολλάκις ἐῶσιν οἱ γεωργοί, μὴ βουλόμενοι ταράττειν τὸν ἑσμόν, καὶ βέλτιον νομίζουσι παραναλίσκειν τοῦ μέλιτος ἢ πάσας θορυβῆσαι τὰς μελίττας.
16
οὐ μέντοι παρ’ ἡμῖν τυχὸν οὐδείς ἐστι κηφὴν ἀργός, βομβῶν σαθρόν, γευόμενος τοῦ μέλιτος. καὶ μέντοι καὶ μύρμηκας πανὺ ἡδέως ἰδεῖν ἔστιν, ὅπως μὲν οἰκοῦσι μετ’ ἀλλήλων εὐκόλως, ὅπως δὲ ἐξίασιν, ὅπως δὲ τὰ βάρη μεταλαμβάνουσιν, ὅπως δὲ παραχωροῦσιν ἀλλήλοις τῶν ὁδῶν. οὔκουν αἰσχρὸν ἀνθρώπους ὄντας ἀφρονεστέρους εἶναι θηρίων οὕτω σμικρῶν καὶ ἀφρόνων; ταῦτα μὲν οὖν ἄλλως ἐρρήθη τρόπον τινά. στάσιν δὲ οὔτε ὀνομάζειν ἄξιον παρ’ ἡμῖν μήτε λεγέτω μηδείς.
17
ἀλλά μοι δοκεῖ περικαθήραντας τὴν πόλιν μὴ σκίλλῃ μηδὲ ὕδατι, πολὺ δὲ καθαρωτέρῳ χρήματι τῷ λόγῳ κοινῇ πράττειν τὰ λοιπά, καὶ περὶ τῶν ἀγορανόμων καὶ τῶν ἄλλων φροντίζειν καὶ τὴν βουλὴν παρακαλεῖν πρὸς ταῦτα, ἵνα, ὥσπερ εἴωθε, προνοῇ τῆς πόλεως· ἔσται γὰρ ὑμῖν πάνυ ῥᾴδια. τοῦτο δὲ ἄξιον ὑμῖν σπουδάσαι καὶ διὰ τὸν ἄρχοντα, ὃν πεποιήκατε, ἵνα μὴ λαβόντες ἄπειρον ἄνθρωπον ἔπειτα ἐν κλύδωνι καὶ σάλῳ ἐᾶτε.
(32)ΠΑΡΑΙΤΗΣΙΣ ΑΡΧΗΣ ΕΝ ΒΟΥΛΗΙ.
1
Τοῖς ἐπιεικέσιν ἀνθρώποις καὶ πεπαιδευμένοις οὔτε ἀηδὲς τὸ ἄρχειν οὔτε χαλεπόν. ἥδονται μὲν γὰρ οὐδενὶ μᾶλλον ἢ τῷ εὖ ποιεῖν· τῷ δὲ ἄρχοντι πόλεως ἢ ἔθνους ἢ καὶ πλειόνων ἀνθρώπων οὐ μόνον ἐξουσία πλείστη τοῦ εὐεργετεῖν ἐστιν, ἀλλὰ καὶ ἀνάγκη σχεδόν· εἰ δὲ μή, οὐκ ἀνέχονται τὸν βλαβερὸν ἄρχοντα οὐχ ὅπως ἄνθρωποι, δ δὴ δοκεῖ πάντων δριμύτατον εἶναι, ἀλλ’ οὐδὲ τῶν θηρίων τὰ ἀφρονέστατα.