2
οὔτε γὰρ βόες ῥᾳδίως ὑπομένουσι βουκόλων ἀμέλειαν οὔτε αἰπόλια καὶ ποῖμναι τοὺς φθείροντας νομέας. τὰ μὲν γὰρ ἀποφεύγει καὶ οὐ πείθεται, τὰ δὲ καὶ ἀμύνεται τοὺς πονηροὺς προστάτας. οἱ δ’ ἵπποι τοὺς ἀμαθεῖς ἡνιόχους ἀποβάλλοντες πολὺ κάκιον κολάζουσιν ἢ ἐκεῖνοι τῇ μάστιγι παίοντες. τούτων δὲ ἁπάντων ἄνθρωπος δεινότατόν ἐστι καὶ πλείστην ἔχον σύνεσιν· ὥστε κακῷ μὲν ἡγεμόνι πάντων ἐχθρότατον, τῷ δὲ ἀγαθῷ πάντων εὐνούστατον. ἡδὺ μὲν οὕτως τοῖς ἐπισταμένοις τὸ ἄρχειν· χαλεπὸν δὲ οὐκ ἂν εἴη πρᾶγμα οὐδὲν τῷ μελετήσαντι ἐξ ἀρχῆς καὶ παρεσκευασμένῳ πρὸς αὐτό.
3
ὁ δὲ τῷ ὄντι φιλόσοφος οὐκ ἄλλο τι φανήσεται διαπονούμενος ἢ ὅπως ἄρχειν καλῶς δυνήσεται καὶ αὑτοῦ καὶ οἰκίας καὶ πόλεως τῆς μεγίστης καὶ συλλήβδην ἁπάντων ἀνθρώπων, ἂν ἐπιτρέπωσι, καὶ αὐτὸς μὲν οὐ προσδεήσεται οὐδενὸς ἄρχοντος ἀλλ’ ἢ τοῦ λόγου καὶ τοῦ θεοῦ, τῶν δὲ ἄλλων ἀνθρώπων ἐπιμελεῖσθαι καὶ φροντίζειν ἱκανὸς ἔσται. καὶ τοῦτο οὐδὲ τοὺς βασιλέας αὐτοὺς λέληθεν οὐδὲ τῶν ἐν ταῖς δυναστείαις ὅσοι μὴ τελέως ἄφρονες. τῶν γὰρ πεπαιδευμένων ἐν τοῖς μεγίστοις δέονται συμβούλους σφίσι γίγνεσθαι, καὶ τοῖς ἄλλοις προστάττοντες αὐτοὶ παρ’ ἐκείνων προστάγματα
4
λαμβάνουσιν ἃ δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι· ὥσπερ τὸν Ἀγαμέμνονα Ὅμηρός φησιν ἀεὶ προσδεῖσθαι τῆς γνώμης τοῦ Νέστορος καὶ ὁσάκις αὐτῷ συμβουλεύοντι μὴ ἐπείσθη, ὀδύρεσθαι καὶ παραχρῆμα μετανοεῖν. Φίλιππος δέ, ὃς δοκεῖ δεινότατος γενέσθαι τῶν βασιλέων, Ἀριστοτέλην ἐπηγάγετο τῷ υἱεῖ Ἀλεξάνδρῳ διδάσκαλον καὶ ἄρχοντα, ὡς αὐτὸς οὐχ ἱκανὸς ὢν παιδεῦσαι τὴν βασιλικὴν ἐπιστήμην· ἀλλὰ τῶν μὲν ἄλλων Μακεδόνων καὶ Θρᾳκῶν καὶ Ἰλλυριῶν καὶ τῶν Ἑλλήνων ἁπάντων ἠξίου ἄρχειν, τὸν δὲ υἱὸν ἑτέρῳ παρεδίδου ἀρχθησόμενον, καὶ τοσαύταις μυριάσι προστάττων ἑνὶ ἐκείνῳ προστάττειν οὐχ ὑπέμενεν. οὐ γὰρ ἴσον ἡγεῖτο κίνδυνον εἶναι αὑτῷ, εἰ περὶ τοὺς ἄλλους ἐξαμαρτάνοι ἢ εἴ τι περὶ τὸν υἱόν.