12
τοὺς μέντοι πολλοὺς οὐ θαυμάζω ἐξαπατᾶσθαι ὑπὸ τοῦ τοιούτου. τὸν γὰρ Ὀδυσσέα καὶ τὸν Ἶρον οἱ μνηστῆρες συνέβαλον διὰ τὸ σχῆμα ὡς οὐδὲν διαφέροντας. ἔφη δέ τις τῶν ὀλίγῳ πρότερον φιλοσόφων οὐ φαῦλον, τὸ Ἰσμηνίου τοῦτο μάλιστα ἀγανακτεῖν, τὸ καλεῖσθαι αὐλητὰς τοὺς τυμβαύλας, οὐ παντελῶς ὅμοιον ὄν, ἐμοὶ δοκεῖ. οὐ γὰρ βλάπτουσιν οὐδὲν οἱ τυμβαῦλαι τοὺς νεκροὺς οὐδ’ ἐνοχλοῦσιν, τῶν δὲ προσποιουμένων φιλοσοφεῖν ἔνιοι καὶ πολλὰ χαλεπὰ ἐργάζονται.
13
ἀλλὰ τοῦ γε ὄντως φιλοσόφου τὸ ἔργον οὐχ ἕτερόν ἐστιν ἢ ἀρχὴ ἀνθρώπων. ὅστις δὲ ὀκνεῖ τὴν αὑτοῦ πόλιν ἑκοῦσαν καὶ ἐπικαλουμένην διοικεῖν, οὐ φάσκων ἱκανὸς εἶναι, ὅμοιός ἐστιν ὥσπερ εἴ τις τὸ μὲν ἑαυτοῦ σῶμα θεραπεύειν μὴ θέλοι, ἀξιῶν ἰατρὸς εἶναι, ἄλλους δὲ ἀνθρώπους ἰατρεύοι προθύμως ἀργύριον ἢ τιμὰς λαμβάνων, ὥσπερ ἐλάττω μισθὸν ὄντα ἑτέρου μισθοῦ τὴν ὑγίειαν, ἢ εἴ τις ἀξιῶν ἱκανὸς εἶναι παιδοτρίβης ἢ γραμμάτων διδάσκαλος ἀλλοτρίους μὲν παῖδας θέλοι διδάσκειν, τοὺς δὲ αὑτοῦ πέμποι πρὸς ἄλλον τινὰ τῶν φαυλοτέρων, ἢ εἴ τις ἀμελήσας τῶν ἑαυτοῦ γονέων ἀλλοτρίους ἐθέλοι προτιμᾶν, οὓς ἂν αἴσθηται πλουσιωτέρους ἐκείνων ἢ μᾶλλον ἐνδόξους.
14
οὔτε γὰρ δικαιότερον οὔτε μὰ Δία ἥδιον τῶν ἀναγκαίων ὑπεριδόντα τοῖς μηδὲν προσήκουσιν ὠφέλιμον γίγνεσθαι. ʽοὐκοῦν τό γε ἀκόλουθόν ἐστι τοῖς λόγοις τούτοις ἄρχειν αὐτὸν βουλομένων ἡμῶν̓. ἀλλ’ εὖ ἴστε ὅτι εἰ μή τι ἦν ἀδύνατον, οὐκ ἂν περιέμενον ὥστε ὑμᾶς ἀξιοῦν, ἀλλ’ αὐτὸς ἂν ἠξίουν καὶ παρεκάλουν. ἓν γάρ τι καὶ τοῦτό ἐστι τῶν καλῶν καὶ σωφρόνων, αὐτὸν παραγγέλλοντα καὶ χάριν εἰδότα τῆς χειροτονίας ἄρχειν τῶν πολιτῶν, ἀλλὰ μὴ καθαιροῦντα μηδὲ ἄτιμον τὸ πρᾶγμα ποιήσαντα.