6
τίνος γενομένου, φήσει τις, καὶ τίνα τῶν ἀνδρῶν πεῖραν εἰληφὼς οὕτως ὑπερδιατείνῃ; ἴσως ἐπίπνοιά τις μοι γέγονεν αὐτόματος καὶ φορὰ τῆς ψυχῆς τοιαύτη πρὸς ὑμᾶς· ἐκεῖνο δ’ οὖν ἐπίστασθε σαφῶς ὅτι οὔτε δῆμον οὔτε βουλὴν οὔτε ἄνδρα σατράπην ἢ δυνάστην ἢ τύραννον στέργειν ἢ θεραπεύειν τοῖς λόγοις ἐγὼ δύναμαι, μὴ παρ’ ἐμαυτῷ πρότερον αὐτὸν ἐπαινέσας καὶ τὸ τῆς ψυχῆς ἦθος ἀποδεξάμενος. ὑμᾶς δὲ ὁρῶ σχεδὸν ὁσάκις ὑμῶν γέγονε πεῖρα τῆς διανοίας μηδὲν πώποτε ἄδικον μηδὲ ἀμφίβολον μηδὲ ταπεινὸν μηδὲ εὐμετάβολον μηδὲ ἀναίσθητον ἢ θορύβων ἢ πραγμάτων ἐπιδεδειγμένους·
7
ὥστε εἴποιμ’ ἂν θαρρῶν, ἔχετε μὲν προστάτας χρηστούς, οὐδένα δὲ ἄξιον ἑαυτῶν, ἀλλ’ οὐδὲ τῶν πρότερον ἢ τὸν ἐμὸν πατέρα ἢ πάππον οὐδὲ τοὺς τῶν ἄλλων, πάντας ἀγαθοὺς καὶ τιμῆς ἀξίους. καὶ μηδείς με νομίσῃ λέγειν ἐμαυτὸν εἰσποιοῦντα τῷ προΐστασθαι τῆς βουλῆς· ἐγὼ μὲν γὰρ ἄπειμι διὰ πολλὰς αἰτίας ʽκαὶ πιστεύσατε ὡς νῦν γοῦν ἀληθῶς λέγὠ καὶ ἴσως οὐκ ἐμαυτοῦ χάριν ὠφελείας ἢ τρυφῆς τινος· ἣν δὲ εἶχον ἀποκρύψασθαι γνώμην οὐκ ἐδυνάμην.
8
καὶ οὐκ ἔστι δέος μήποτε ἐγὼ δόξω κολακεύειν ὑμᾶς, οὐ κολακεύσας τὸν ἐχθρὸν τύραννον οὐδὲ ῥῆμα ἀγεννὲς οὐδὲ ἀνελεύθερον εἰπών, ὅτε πολλοῖς ἀγαπητὸν ἦν ζῆν ὁτιοῦν πράττουσι καὶ λέγουσιν. ἀλλά μοι δοκεῖ μέγα καὶ θεῖον εἶναι τὸ γιγνόμενον παρ’ ὑμῖν. ἰδίᾳ μὲν γὰρ ὁποῖοί ποτέ ἐστε, οὐ σφόδρα ἀκριβῶς ἐπίσταμαι· νομίζω δὲ βελτίους τῶν πολλῶν. κοινῇ δέ, ὅταν συνέλθητε δεῦρο ἢ πάλιν εἰς τὴν ἐκκλησίαν, οὐδὲν πώποτε οὔτε ταπεινὸν οὔτε ἀνελεύθερον οἶδα εἰπόντας ἢ φρονήσαντας ὑμᾶς, οὐ παράκλησιν ἰσχύουσαν παῤ ὑμῖν, οὐχ ὑπόσχεσιν, οὐκ ἀπειλήν, εἴ τις ἄρα τοιοῦτός ἐστιν, ὥστ’ ἰσχύειν ἀπειλῶν. διὰ τί δὲ μὴ φῶ τὰ δοκοῦντα ἐμαυτῷ, καθάπερ δέον τὸν φιλόσοφον τὰ πονηρὰ μόνον ἐξελέγχειν, τὰ δὲ βελτίω παρακαλύπτεσθαι, ἢ τὴν ἀλήθειαν οὐκ ἐπὶ μόνοις τοῖς κακοῖς οὖσαν ὠφέλιμον, ἀλλ’ οὐ καὶ ἐπὶ τοῖς ἀγαθοῖς οὐδὲν ἧττον, ὅτι εὔφημος;