9
σὺ οὖν, φήσει τις, ἐγκώμιον ἀναστὰς ἠθέλησας εἰπεῖν τῆς βουλῆς; καὶ τί δεινόν, ἐὰν ἀληθὲς ᾖ; τὸ δὲ ἐγκώμιον τοῦτο, ἐὰν φαίνησθε ἀνόμοιοι τοῖς λεγομένοις, οὐχ ὑμέτερός ἐστιν ἔπαινος, τοῦ δὲ εἰπόντος κατηγορία. ὅμως δὲ οὐκ ἂν ἐποιησάμην οὐδένα λόγον τοιοῦτον, εἰ μὴ σφόδρα ἤλγησα· ὥσπερ καὶ πρότερόν ποτε, ἀκούσας ὅτι καθυφίεμαι τὸ ὑμέτερον, διὰ τοῦτο ἀπελογησάμην, οὐχ ὑπερορῶν ἀπολογεῖσθαι· πόθεν; οὐδὲ κρίνων ἐμαυτοῦ ταπεινότερον. νυστάζοντι μὲν γάρ, ὥς φασι, δικαστῇ, καὶ νὴ Δία τυράννῳ κακοήθει καὶ πονηρῷ ταπεινὸν ἀπολογεῖσθαι· πολίταις δὲ καὶ συγγενέσι καὶ φίλοις, οὕς τις ἡγεῖται μετρίους, οὐ ταπεινόν, ἀλλ’ εὔγνωμον καὶ δίκαιον. καὶ τότε οὖν ὀρθῶς ἐποίησα καὶ νῦν πολλῷ μᾶλλον, ὅτε ὑμᾶς σαφέστερον ἐπίσταμαι.
10
πυνθάνομαι γὰρ ὥς τινες ἔδοξαν καὶ λόγος ἐρρύη τοιοῦτος ὡς ἐμὲ ἐμποδὼν γενόμενον τῷ συνάγεσθαι βουλήν· ἐπεὶ καὶ τόδε ἤκουσα ὡς πάντα ἁπλῶς νομίζουσι τὰ τῆς ἀρχῆς γίγνεσθαι κατὰ τὴν ἐμὴν γνώμην. ἐγὼ δὲ ἐκεῖνο μὲν οὐκ ἀφαιροῦμαι τὸν υἱόν, τὸ μηδὲν ἄκοντος ἂν ἐμοῦ ποιῆσαι τῶν ἐφ’ ἑαυτῷ μηδὲ ἄλλως ἂν ἢ στοχαζόμενον καὶ τῆς ἐμῆς γνώμης· ὀμνύω δὲ μὴ προστάξαι μηδεπώποτε μηδέν, λέγω δὲ τῶν κοινῶν, τὸ δὲ συμβουλεύειν πατέρα ὄντα τὰ κρείττονα δοκοῦντα προστάγματος ἔχει τάξιν. καὶ διὰ τὴν ὑποψίαν ταύτην ἀπὸ χρόνου τινὸς οὐδὲ ταῖς βουλαῖς παρετύγχανον. τὸ γὰρ ἄρχειν αὐτὸν ἀξιώσαντα τῆς πόλεως, ὡς ἱκανὸν ὄντα βουλεύεσθαι ἤδη καὶ διοικεῖν τὰ κοινά, μεταξὺ δὲ ἔργῳ ποιεῖν ἰδιώτην καὶ τῆς ἐξουσίας τῆς κατὰ τὸν νόμον ἄκυρον οὔτε ἄλλως ἐπιεικὲς οὔτε ἴσως αὖ τοῖς τηλικούτοις.
(34)ΠΡΟΣ ΔΙΟΔΩΡΟΝ.