85
ἐγρηγόρσεως δὲ καὶ ὕπνου τοῖς μὲν στρατιώταις ἐξ ἴσου μέτεστι, τῶν μὲν φυλαττόντων ἐν μέρει, τῶν δὲ ἀναπαυομένων· ὁ δὲ στρατηγὸς ἀγρυπνότερός ἐστι τῶν ἀεὶ φυλαττόντων.
58
καὶ τοίνυν τὴν μὲν ἀνδρείαν καὶ τὴν ἐγκράτειαν καὶ τὴν φρόνησιν ἀναγκαίας νομίζει καὶ τοῖς ἀμελοῦσι τοῦ δικαίου καὶ βουλομένοις τυραννεῖν, εἰ μὴ τάχιστα ἀπολοῦνται, ἀλλὰ καὶ μᾶλλον ἔτι τούτων ὁρᾷ δεομένους αὐτούς, ὅσῳ δὲ πλείους μὲν ἔχει τοὺς μισοῦντας,
59
πλείους δὲ τοὺς ἐπιβουλεύοντας, οὐδένα δὲ πιστὸν οὐδὲ κηδόμενον, τοσούτῳ γε μᾶλλον, εἰ σωθήσεταί τινα χρόνον, καὶ ἀγρυπνητέον εἶναι καὶ φροντιστέον,ὡς ἀμυνόμενόν τε μὴ ἡττᾶσθαι τῶν πολεμίων καὶ ἐπιβουλευόμενον μὴ ἀγνοεῖν τοὺς ἐπιβουλεύοντας, καὶ τῶν ἡδονῶν ἀφεκτέον καὶ γαστρὶ καὶ ὕπνῳ καὶ ἀφροδισίοις ἐλάχιστα προσεκτέον, ἤ τῷ φιλουμένῳ μὲν ὑπὸ πάντων, μηδένα δὲ ἔχοντι ἐπιβουλεύοντα.
60
εἰ δὲ δεῖ τὰς αὐτὰς μὲν φροντίδας ἔχειν ἢ καὶ πλείους, πολὺ δὲμείζους ἀσχολίας, ὁμοίως δὲ εὐλαβεῖσθαι τὰς ἡδονάς, ὁμοίως δὲ τοὺς κινδύνους ὑπομένειν, πόσῳ γε κρεῖττον μετὰ δικαιοσύνης καὶ ἀρετῆς ἢ μετὰ πονηρίας καὶ ἀδικίας πάντα ταῦτα ἐπιτηδεύειν, καὶ μετὰ ἐπαίνου φαίνεσθαι τοιοῦτον ἢ μετὰ ψόγου, ἀγαπώμενον μὲν ὑπὸ ἀνθρώπων, ἀγαπώμενον δὲ ὑπὸ θεῶν, ἢ τοὐναντίον μισούμενον;
61
καὶ τοίνυν τὸ μὲν παρὸν βραχύ τι τῷ ἀνθρώπῳ καὶ ἀσυλλόγιστον, κατέχει δὲ τοῦ βίου τὸ πλεῖστον ἡ μνήμη τῶν προγεγονότων καὶ ἡ τῶν μελλόντων ἐλπίς. πότερον οὖν τοῖν ἀνδροῖν ἡγώμεθα εὐφραίνειν τὴν μνήμην καὶ πότερον ἀνιᾶν, καὶ πότερον θαρρύνειν τὰς ἐλπίδας καὶ πότερον ἐκπλήττειν; οὐκοῦν καὶ ἡδίονα ἀνάγκη τὸν βίονεἶναι τοῦ ἀγαθοῦ βασιλέως.
86
φιλίαν γε μὴν ἁπάντων νενόμικε τῶν αὑτοῦ κτημάτων κάλλιστον καὶ ἱερώτατον. οὐ γὰρ οὕτως αἰσχρὸν εἶναι τὸ βασιλεύειν οὐδὲ ἐπικίνδυνον χρημάτων ἀπορεῖν ὡς φίλων, οὐδʼ ἂν οὕτως τῇ χορηγίᾳ καὶ τοῖς στρατοπέδοις καὶ τῇ ἄλλῃ δυνάμει διαφυλάττειν τὴν εὐδαιμονίαν ὡς τῇ πίστει τῶν φίλων.