4
καὶ οὐχὶ τοῦτό φημι, ὡς οὐχὶ καὶ πεποίηκε πολλὰ καὶ μεγάλα· πεποίηκε γάρ· ἀλλ’ ὅτι ὑμῖν γε ἀπέχρη καὶ τὸ βούλεσθαι αὐτόν. ἔτι δὲ οἱ μὲν ἄλλοι τὰ ἐλάχιστα τῶν γενομένων μάλιστα ἀποδέχονται· λέγω δὲ ὅσα ἔχει δαπάνην τινά· ὑμεῖς δὲ τῶν μεγίστων αἰσθάνεσθε κατὰ τὴν ἀξίαν. ἔστι δὲ τῷ παντὶ μεῖζον τοῦ δαπανᾶν τὸ κήδεσθαί τινα τῆς πόλεως καὶ φανερὸν εἶναι εὐνοοῦντα ὑμῖν. πρὸς δὲ τούτοις οἱ μὲν πλεῖστοι τοὺς νουθετοῦντας, κἂν μετὰ λόγου τοῦτο ποιῶσι, μισοῦσι, τοὺς δὲ μεθ’ ἡδονῆς κολακεύοντας θαυμαστῶς ἀποδέχονται. παρ’ ὑμῖν δὲ τοὐναντίον ὁ πλείστῃ παρρησίᾳ χρώμενος καὶ τοῖς ἁμαρτάνουσιν ἐπιπλήττων καὶ σωφρονίζων, οὗτος μάλιστα ἀγαπᾶται.
5
τίς οὖν οὐκ ἂν ἀγαπήσειε τοιαύτην πόλιν καὶ πολιτείαν, ἐν ᾗ τῶν φιλοτιμιῶν αἱ τιμαὶ μείζους εἰσίν, ὁ δὲ μετ’ εὐνοίας νουθετῶν τοῦ μετὰ κολακείας ὁμιλοῦντος μᾶλλον στέργεται, προθυμότεροι δ᾽ εἰσὶν οἱ πολλοὶ σωφρονίζεσθαι καὶ ἐπανορθοῦσθαι ἢ θεραπεύεσθαι καὶ τρυφᾶν· ἢ τίς οὐκ ἂν ὑμᾶς μὲν ἐκπλαγείη, τοῦτον δ’ εὐδαιμονίσειεν, ὑφ’ ὑμῶν τοιούτων ὄντων κεκριμένον τῆς ὑμετέρας ἀρχῆς ἄξιον;
6
καὶ ἔγωγε μέγαν αὐτῷ τὸν ἀγῶνα ὁρῶ πρὸς ὑμᾶς ὄντα. ὅτῳ γὰρ πόλις ὅλη καὶ δῆμος ἑκὼν ἐπέτρεψε παιδεύειν αὑτὸν καὶ ὃν ἐπιστάτην εἵλετο τῆς κοινῆς ἀρετῆς καὶ ὅτῳ τὴν μεγίστην ἀρχὴν ἔδωκε τῆς σωφροσύνης καὶ τῆς καὶ τοῦ καλῶς βιοῦν ἕκαστον, πῶς οὐχὶ τούτῳ μέγας ὁ ἀγών ἐστιν, ὥστε μηδὲν ἐλάττονι φανῆναι τῆς ὑμετέρας γνώμης; σκόπει δέ, ἵνα εἰδῇς ὅτι μηδὲ τῶν παλαιῶν μηδεὶς μηδὲ τῶν θαυμαζομένων διὰ παντὸς τοῦ χρόνου τηλικαύτης τιμῆς παρὰ τῶν πολιτῶν τῶν αὑτοῦ τετύχηκεν.
7
ὁ γοῦν Περικλῆς ἐκεῖνος, ὃν ἀκούομεν παρὰ τοῖς Ἀθηναίοις ἀκμαζούσης γενέσθαι τῆς πόλεως, στρατηγίας μὲν ἐτύγχανεν· οὐ μὴν ἄξιος ἔδοξε διὰ παντὸς ἄρχειν τοῦ χρόνου καὶ ταύτην οὐκ ἀργύριον διοικῶν οὐδὲ οἰκοδομημάτων ἐπιμελούμενος, ἀλλ’ ὅπως ἂν ἀγαθοὶ ὦσιν οἱ πολῖται, καὶ νουθετεῖν ἠβούλετο τοὺς ἁμαρτάνοντας καὶ τὸ γοῦν καθ’ αὑτὸν βελτίονας ποιεῖν. οὐ μὴν ἠνείχοντο αὐτοῦ διὰ τὴν αὑτῶν ἀναγωγίαν οἱ τότε.