2
τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται, τὴν μὲν ἡδονὴν καὶ χάριν τὴν τῶν ἐπῶν ἐκπληττόμενος, πολλάκις γε μὴν ἐπιμεμφόμενος ἐν τοῖς περὶ θεῶν μύθοις τε καὶ λόγοις, ὡς οὐ συμφέροντα τοῖς ἀνθρώποις οὐδαμῶς αὐτὸν εἰρηκότα, πλεονεξίας καὶ ἐπιβουλὰς κατ’ ἀλλήλων καὶ μοιχείας καὶ ἔριδας καὶ φιλονικίας περὶ θεῶν ἐπεξιόντα· μετὰ ταῦτα δὲ οὐ μεταδιδοὺς αὐτῷ τῆς αὑτοῦ πόλεώς τε καὶ πολιτείας σοφῆς ὡς αὐτὸς ἐνόμιζεν ἐσομένης, ἵνα μήτε ταῦτα ἀκούωσι περὶ θεῶν νέοι ὄντες οὓς ἐκεῖνος ἀποφαίνει φύλακάς τε καὶ ἡγεμόνας τῆς πόλεως, μηδ’ αὖ περὶ τῶν ἐν ᾅδου μηδὲν σκυθρωπὸν λεγόμενον μαλακωτέρους αὐτοὺς πρός τε τὸ μάχεσθαι καὶ τὸ ἀποθνῄσκειν ποιῇ μηδὲ ὥσπερ πώλους κακῶς πωλευθέντας ἐξ ἀρχῆς ὑπόπτους πρὸς τὰ μὴ φοβερά.
3
περὶ μὲν δὴ τούτων ἕτερος λόγος πλείων καὶ μακρότερος καὶ οὐ ῥᾴδιος, πότερον Ὅμηρος ἥμαρτε περὶ ταῦτα ἢ φυσικούς τινας ἐνόντας ἐν τοῖς μύθοις λόγους κατὰ τὴν τότε συνήθειαν παρεδίδου τοῖς ἀνθρώποις. οὐ γὰρ ῥᾴδιον διαιτῆσαι τὸ τοιοῦτον, καθάπερ οἶμαι δύο φίλων ἀνδρῶν, ἀμφοτέρων σεμνῶν, τοῦ ἑτέρου τῷ ἑτέρῳ ἐγκαλοῦντος,
4
ἑνὸς αὐτῶν καταγνῶναι. γέγραφε δὲ καὶ Ζήνων ὁ φιλόσοφος εἴς τε τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, καὶ περὶ τοῦ Μαργίτου δέ· δοκεῖ γὰρ καὶ τοῦτο τὸ ποίημα ὑπὸ Ὁμήρου γεγονέναι νεωτέρου καὶ ἀποπειρωμένου τῆς αὑτοῦ φύσεως πρὸς ποίησιν. ὁ δὲ Ζήνων οὐδὲν τῶν τοῦ Ὁμήρου ψέγει, ἅμα διηγούμενος καὶ διδάσκων ὅτι τὰ μὲν κατὰ δόξαν, τὰ δὲ κατὰ ἀλήθειαν γέγραφεν, ὅπως μὴ φαίνηται αὐτὸς αὑτῷ μαχόμενος ἔν τισι δοκοῦσιν ἐναντίως εἰρῆσθαι.