87
μόνος μὲν γὰρ οὐδεὶς πρὸς οὐδὲν οὐδὲ τῶν ἰδίων ἱκανός ἐστι· τοῖς δὲ βασιλεῦσιν ὅσῳ πλείω τε καὶ μείζω πράττειν ἀνάγκη, πλειόνων δεῖ καὶ τῶν συνεργούντων καὶ μετʼ εὐνοίας πλείονος. ἀνάγκη γὰρ τὰ μέγιστα καὶ σπουδαιότατα τῶν πραγμάτων ἢ πιστεύειν ἑτέροις ἢ προΐεσθαι.
88
καὶ τοίνυν τοῖς μὲν ἰδιώταις οἱ νόμοι παρέχουσι τὸ μὴ ἀδικεῖσθαι ῥᾳδίως ὑπὸ τούτων οἷς ἂν συμβάλωσιν ἢ χρήματα πιστεύσαντες ἢ οἶκον ἐπιτρέψαντες ἢ ἔργου τινὸς κοινωνήσαντες, ζημιοῦντες τὸν ἀδικοῦντα· τοῖς δὲ βασιλεῦσι τὸ μὴ ἀδικεῖσθαι πιστεύσαντας οὐκ ἔστι παρὰ τῶν νόμων ζητεῖν, ἀλλὰ παρὰ τῆς εὐνοίας.
89
καὶ γὰρ ἰσχυροτάτους μὲν εἰκὸς ἁπάντων εἶναι τοὺς ἐγγὺς τῶν βασιλέων καὶ τὴν ἀρχὴν συνδιοικοῦντας. ἀπὸ δὲ τούτων οὐκ ἔστιν ἄλλη φυλακὴ πλὴν τὸ ἀγαπᾶσθαι· καὶ τοῖς μὲν τυχοῦσιν οὐκ ἀσφαλὲς εἰκῇ μεταδιδόναι δυνάμεως, ὅσῳ δʼ ἄν τις τοὺς φίλους ἰσχυροτέρους ποιῇ, τοσούτῳ ἰσχυρότερος αὐτὸς γίγνεται.
90
ὅρα δὲ ὅτι τῶν μὲν ἄλλων κτημάτων τὰ μὲν ἀναγκαῖα μόνον καὶ χρήσιμα δοκεῖ πᾶσι, τέρψιν δὲ οὐδεμίαν παρέχεται· τὰ δὲ ἡδέα μόνον, συμφέροντα δὲ οὔ· τοὐναντίον δὲ τὰ πλεῖστα τῶν ἡδέων ἀσύμφορα εὑρίσκεται.
91
καὶ τοίνυν ὅσα μὲν ἀναγκαῖα καὶ χρήσιμα τῶν κτημάτων, οὐ πάντως ἡδονήν τινα ἔχει τοῖς κεκτημένοις· ὅσα δὲ τερπνά, οὐκ εὐθὺς διὰ τοῦτο καὶ συμφέροντα· τοὐναντίον γὰρ πολλὰ τῶν ἡδέων ἀξύμφορα ἐξελέγχεται.
92
αὐτίκα τείχη μὲν καὶ ὅπλα καὶ μηχανήματα καὶ στρατόπεδα τῶν ἀναγκαίων ἐστὶ κτημάτων τοῖς κρατοῦσιν· ἄνευ γὰρ τούτων οὐχ οἷόν τε σώζεσθαι τὴν ἀρχήν· τέρψιν δὲ οὐχ ὁρῶ ποίαν δίχα γε τῆς ὠφελείας ἔχει.
93
καλὰ δὲ ἄλση καὶ οἰκίαι πολυτελεῖς καὶ ἀνδριάντες καὶ γραφαὶ τῆς παλαιᾶς τε καὶ ἄκρας τέχνης καὶ χρυσοῖ κρατῆρες καὶ ποικίλαι τράπεζαι καὶ πορφύρα καὶ ἐλέφας καὶ ἤλεκτρος καὶ μύρων ὀσμαὶ καὶ θεαμάτων παντοίων καὶ ἀκουσμάτων τέρψεις διά τε φωνῆς καὶ ὀργάνων, πρὸς δὲ αὖ τούτοις γυναῖκες ὡραῖαι καὶ παιδικὰ ὡραῖα ξύμπαντα ταῦτα οὐδεμιᾶς ἕνεκα χρείας, ἀλλʼ ἡδονῆς εὑρημένα φαίνεται.