16
ἆρά σοι δοκεῖ πρὸς θεῶν ἀνυπεύθυνος ἄρχειν ὁ Ἀγαμέμνων τῶν Ἑλλήνων, ἀλλ’ οὐ πάνυ ἀκριβεῖς ὑπέχειν εὐθύνας ἁπάντων ὧν ἔπραττεν; περὶ μὲν δὴ τούτων αὐτοῦ τὸν λόγον ἐάσωμεν, χθὲς ἱκανῶς εἰρημένον, ἐπ’ ἄλλον δέ τινα ἴωμεν. — Μὴ πρὸς θεῶν, ἀλλὰ πειράθητι πάντα εἰπεῖν ὅσα ἔχεις ὑπὲρ τοῦ αὐτοῦ πράγματος, ὡς ἐγὼ μόλις ἀρτίως συνίημι τοῦ λόγου τὴν ὑπόθεσιν. οἶμαι γάρ σε περὶ ἀρχῆς ἢ βασιλείας ἢ τοιοῦτόν τι βούλεσθαι λέγειν.
(40)ΝΕΣΤΩΡ.
1
Διὰ τί ποτε δοκεῖ ὑμῖν Νέστορος Ὅμηρος ποιῆσαι τάδε τὰ ἔπη πρὸς Ἀγαμέμνονα καὶ Ἀχιλλέα, παραμυθούμενον αὐτοὺς καὶ διδάσκοντα μὴ διαφέρεσθαι ἀλλήλοις· ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔποτέ μ’ οἵ γ’ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν, Καινέα τ’ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον, Θησέα τ’ Αἰγείδην ἐπιείκελον ἀθανάτοισι. κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι, καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μέν μευ βουλέων ξύνιον πείθοντό τε μύθῳ. ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον.
2
ἆρα μὴ ἀλαζόνα πεποίηκε τὸν Νέστορα λέγοντα περὶ τοῦ Πειρίθου καὶ Δρύαντος καὶ τῶν ἄλλων ὅτι θαυμαστοί τε φύσει ὄντες καὶ πολὺ κρείττους ἐκείνων προσεδέοντο τῆς αὐτοῦ διανοίας, καὶ ἧκε μετάπεμπτος εἰς Θετταλίαν ἐκ Πύλου δεομένων ξυνεῖναι καὶ διαλέγεσθαι αὐτῷ; ἔτι γὰρ εἰπὼν ὅτι κράτιστοι ἀνθρώπων ἦσαν, ὡς μέγα τι μαρτυρεῖν ἔοικεν αὐτοῖς τὸ ξυνιέναι τῆς αὑτοῦ γνώμης καὶ πείθεσθαι τοῖς λόγοις. ἢ τοῦτο μὲν σχεδὸν οὗ ἕνεκά φαμεν· πᾶσι τοῖς ὀρθῶς λέγουσιν οὐδέποτε οὐδεὶς ἀπειθεῖ τῶν ξυνιέντων· ἀλλ’ ἔστιν ἡ ἀπείθεια ταὐτὸν ἀξυνεσίᾳ;