7
ὑπὸ δὴ τούτων ὁρῶν αὐτοὺς διεφθαρμένους καὶ μὴ δυναμένους ὁμονοεῖν ἀλλήλοις, ἀλλὰ τὰς ψυχὰς οἰδοῦντας, ὡς ὕστερόν φησιν ὁ Ἀχιλλεύς, ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ· ἐβούλετο ταπεινῶσαι καὶ τοῦ φρονήματος, εἰ δύναιτο, καθελεῖν· ὥσπερ οἱ τὰ οἰδοῦντα νύξαντες ἢ πιέσαντες. διὰ τοῦτο ἐμέμνητο ἀνδρῶν ἐνδόξων καὶ δυνατῶν, ἔτι δὲ οἶμαι πρότερον γεγονότων, εἰδὼς ἐκείνοις μᾶλλον συνεπομένην τὴν δόξαν.
8
καὶ μέντοι γε οὐκ ἐπ’ αὐτοῖς ἐποιήσατο τίνα γνώμην ἕξουσι περὶ τῶν ἀνδρῶν, ἀλλ’ αὐτὸς ἀποφαίνεται ἄντικρυς ὡς πολὺ κρείττονας ἐκείνων ὄντας, εἰ δύναιντο ὀλίγον ὑφεῖναι τοῦ τύφου καὶ τῆς μανίας. ἆρα εἰκῇ δοκεῖ ὑμῖν Ὅμηρος περιθεῖναι τοὺς λόγους τούτους Νέστορι, ὅν φησι δεινότατον εἶναι ἀνθρώπων καὶ τὴν δύναμιν αὐτοῦ τῶν λόγων προσεικάζει τῇ φύσει τοῦ μέλιτος, ὃ τοῖς μὲν ὑγιαίνουσιν ἥδιστον καὶ γλυκύτατον ἁπάντων, τοῖς δὲ νοσοῦσι καὶ πυρέττουσιν, ὥς φασιν, ἀηδέστατον καὶ τὰ ἡλκωμένα καὶ πεπονθότα καθαίρειν καὶ δάκνειν πέφυκεν.
9
καὶ γὰρ ὁ τοῦ Νέστορος λόγος, τοῖς ἄλλοις γλυκὺς φαινόμενος, πικρὸς ἔδοξε τῷ Ἀχιλλεῖ καὶ τῷ Ἀγαμέμνονι, νοσοῦσι καὶ διεφθαρμένοις ὑπὸ τῆς ὀργῆς, ὥστε οὐκ ἐπείσθησαν αὐτῷ διὰ τὴν ἄνοιαν. οὐκοῦν οὐδὲ τοῦτο εἶπε μάτην Ὅμηρος, οὐδέ, ὥσπερ οἴονταί τινες, ἀπὸ τύχης. ἢ δοκεῖ ὑμῖν τὰ παιδία, ὧν νέμεται τὸ στόμα καὶ διεφθαρμένον ἐστὶν ὑπὸ ἑλκῶν, οὐκ ἀγανακτεῖν καὶ βοᾶν, μέλιτος γευόμενα; περὶ μὲν οὖν τούτων ἐῶμεν.
10
ἐκεῖνο δ’ ἐνθυμηθῆναι ἄξιον ἀπὸ τῶν εἰρημένων, ἐάν τις ἀνθρώποις ὁμιλῶν διηγῆται πρὸς αὐτοὺς ὅτι καὶ πρότερον ἄλλοις ὁμιλήσας πολὺ κρείττοσι, δήμοις ἢ βασιλεῦσιν ἢ τυράννοις, οὐκ ἀπέτυχεν αὐτῶν, ἀλλ’ ἔσχεν ὑπακούοντας καὶ πειθομένους, εἰ δίκαιός ἐστιν ἀλαζὼν δοκεῖν, ὡς διὰ τοῦτο μεμνημένος ἐκείνων τῶν λόγων, ἵνα θαυμάζοιτο καὶ δοκοίη μακάριος, ἢ μᾶλλον ἵνα πειθομένους ἔχοι τοὺς ἀκούοντας, μιμούμενος τὴν τοῦ Νέστορος διδασκαλίαν.