4
Δ. Ὁ Νέσσος τὴν Δηιάνειραν εὐθὺς διακομίζων καὶ ἐν τῷ περᾶν ἐπεχείρει διαφθείρειν τοῦτον τὸν τρόπον, οὐχ ὅν φασι βιαζόμενος, ἀλλὰ λόγους ἐπιτηδείους λέγων πρὸς αὐτὴν καὶ διδάσκων ὅπως κρατήσει τοῦ Ἡρακλέους, λέγων ὅτι νῦν μὲν ἄγριός ἐστι καὶ χαλεπὸς καὶ ὀλίγον τινὰ χρόνον αὐτῇ συνέσται καὶ τοῦτον δυσκόλως διὰ τοὺς ἄθλους καὶ τὰς ἀποδημίας καὶ τὸν βίον, ὃν προῄρηται. ἐὰν δ᾽, ἔφη, σὺ πείσῃς αὐτὸν τὰ μὲν θεραπείᾳ, τὰ δὲ λόγοις, τῆς μὲν ταλαιπωρίας ταύτης καὶ τῶν πόνων ἐπανεῖναι, ζῆν δὲ ῥᾳθύμως καὶ ἡδέως, σοί τε πολὺ πρᾳότερος ἔσται καὶ ἄμεινον βιώσεται καί σοι τὸν λοιπὸν ἤδη συνέσται χρόνον οἴκοι μένων.
5
ταῦτα δὲ διελέγετο ὁ Κένταυρος ἐπιβουλεύων τῷ Ἡρακλεῖ, εἴ πως δύναιτο αὐτὸν ἐπὶ τρυφὴν ἀγαγεῖν καὶ ῥᾳθυμίαν· ᾔδει γὰρ ὅτι ἅμα τῷ μεταβαλεῖν τὸν βίον καὶ τὴν ἄσκησιν εὐχείρωτος ἔσται καὶ ἀσθενής. ἡ δὲ Δηιάνειρα ἀκούουσα οὐ παρέργως τοῖς λόγοις προσεῖχεν, ἀλλὰ ἐνεθυμεῖτο ὡς ὀρθῶς λέγοι ὁ Κένταυρος, ὥσπερ εἰκὸς ἦν βουλομένην τὸν ἄνδρα ὑφ’ ἑαυτῇ ἔχειν. ὁ δὲ Ἡρακλῆς ὑπονοήσας μηδὲν ὑγιὲς τὸν Κένταυρον λέγειν ἐκ τοῦ διαλέγεσθαι πρὸς τὴν Δηιάνειραν ἐπιμελῶς καὶ ὅτι ἐκείνη προσεῖχεν αὐτῷ, οὕτως δὴ ἐτόξευσεν αὐτόν.
6
ὁ δὲ ἀποθνῄσκων οὐδὲν ἧττον ἐκέλευσε τὴν Δηιάνειραν ἀναμνησθῆναι ὧν εἶπε καὶ ποιεῖν ὡς αὐτὸς παρῄνεσεν. ὕστερον δὲ ἡ Δηιάνειρα μεμνημένη τῶν λόγων τοῦ Κενταύρου καὶ ἅμα τοῦ Ἡρακλέους οὐδὲν ἀνιέντος, ἀλλὰ καὶ μακροτέραν ἀποδημίαν ἀποδημήσαντος, τὴν τελευταίαν ὅτε ἐξεῖλε τὴν Οἰχαλίαν, καὶ λεγομένου δὴ ὡς ἐρασθείη τῆς Ἰόλης, ἡγησαμένη βέλτιον εἶναι ἃ παρῄνεσεν ἀνύεσθαι,
7
ἐπιτίθεται αὐτῷ καὶ, οἷον δὴ πέφυκε τὸ τῶν γυναικῶν αἱμύλον καὶ πανοῦργον, οὐ πρότερον ἀνῆκε πρὶν ἢ ἔπεισεν αὐτὸν τὰ μὲν παραμυθουμένη καὶ φάσκουσα ἐκείνου κήδεσθαι ὅπως μὴ κακοπαθῇ γυμνὸς τοῦ χειμῶνος καὶ τοῦ θέρους ὁμοίως ὑπομένων ἐν τῷ δέρματι τοῦ λέοντος, τὸ μὲν δέρμα ἀποθέσθαι, στολὴν δὲ ἀναλαβεῖν ὁμοίαν τοῖς ἄλλοις. καὶ τοῦτο δὴ ἦν ὁ λεγόμενος τῆς Δηιανείρας χιτών, ὃν ἐνέδυ ὁ Ἡρακλῆς.