8
Δ. Ἀλλ’ οὖν μηδὲ δίκην δικάσῃς, φασί, πρὶν ἀμφοτέρων ἀκοῦσαι. λέγεις δὴ σοφὸν ὄντα τὸν Ὅμηρον; — Ἴσως. — Δ. Οὐκοῦν τὰ μὲν αὐτὸν λέγειν οἴου, τὰ δὲ τοῖς ἐντυγχάνουσι καταλιπεῖν αἰσθάνεσθαι. τοῦτο δὲ οὐ τῶν πάνυ ἀδήλων ἐστίν. ἡ γὰρ Χρυσηὶς κατ’ ἀρχὰς μέν, ὡς ἔοικεν, ἠγάπα μένειν παρὰ τῷ Ἀγαμέμνονι δι’ ἃς εἶπον αἰτίας καὶ τοῖς θεοῖς ᾔδει χάριν, ὅτι μηδενὶ δοθείη τῶν ἀδοξοτέρων, ἀλλὰ τῷ πάντων βασιλεῖ, κἀκεῖνος οὐκ ἀμελῶς ἔχοι πρὸς αὐτήν· ὥστε οὐκ ἔπραττε περὶ λύτρων.
9
ἐπεὶ δὲ ἤκουε τὰ περὶ τὴν οἰκίαν τὴν τοῦ Ἀγαμέμνονος ὁποῖα ἦν, ὡς χαλεπά, καὶ τὴν ὠμότητα τῆς Κλυταιμνήστρας καὶ τὸ θράσος, ἐνταῦθα ἐφοβεῖτο τὴν εἰς τὸ Ἄργος ἄφιξιν. καὶ τὸν μὲν ἄλλον χρόνον παρέμενε στέργουσα ἴσως τὸν Ἀγαμέμνονα· ὅτε δὲ ἦν πρὸς τέλει ὁ πόλεμος καὶ διέρρει λόγος ὡς οὐκέτι δυνήσονται πλείω χρόνον ἀντέχειν οἱ Τρῶες, οὐ περιέμεινε τοῦ Ἰλίου τὴν ἅλωσιν. ᾔδει γὰρ ὡς τὸ πολὺ τοὺς νικῶντας ὑπερηφάνους γιγνομένους καὶ τὴν δεισιδαιμονίαν τότε μᾶλλον ἰσχύουσαν τὴν περὶ τὸν θεόν, ὅταν πολεμῶσιν >οἱ ἄνθρωποι.
10
διὰ ταῦτα ἐκάλει τότε τὸν πατέρα καὶ δεῖσθαι τῶν Ἀχαιῶν ἐκέλευεν· ἐπυνθάνετο γάρ, ὡς ἔοικεν, ὅτι ἐγυναικοκρατοῦντο οἱ Ἀτρεῖδαι καὶ μεῖζον ἐφρόνουν τῶν ἀνδρῶν τούτων αἱ γυναῖκες, οὐκ ἐπὶ κάλλει μόνον, ἀλλὰ καὶ τὴν ἀρχὴν αὑταῖς νομιζουσαι προσήκειν μᾶλλον. τοὺς μὲν γὰρ Πελοπίδας τε εἶναι καὶ ἐπήλυδας τῆς Ἑλλάδος, αὐταὶ δὲ Ἀχαιίδες, Τυνδάρεω θυγατέρες καὶ Λήδας. ὁ δὲ Τυνδάρεως ἔνδοξος ἦν καὶ βασιλεὺς τῆς Σπάρτης, ὥστε καὶ τὴν Ἑλένην διὰ τοῦτο ἐμνήστευσαν οἱ ἄριστοι τῶν Ἑλλήνων καὶ βοηθήσειν ὤμοσαν.