11
πρὸς δὲ τούτοις ἀδελφαὶ Κάστορος καὶ Πολυδεύκους ἦσαν, οἳ Διὸς παῖδες ἐνομίσθησαν καὶ θεοὶ μέχρι νῦν πᾶσι δοκοῦσι διὰ τὴν δύναμιν ἣν τότε ἔσχον. τῶν μὲν γὰρ ἐν Πελοποννήσῳ προεῖχον· τῶν δὲ ἔξω Πελοποννήσου μεγίστη δύναμις ἦν ἡ περὶ τὰς Ἀθήνας, καὶ ταύτην καθεῖλον ἐπιστρατεύσαντες Θησέως βασιλεύοντος. ἔτι δὲ ἀνεψιὸς ἐγεγόνει αὐτοῖς Μελέαγρος ὁ τῶν Ἑλλήνων ἄριστος. ταῦτα μὲν οὖν ἴσως οὐκ ἠπίστατο ἡ Χρυσηίς, τὸ δὲ φρόνημα ἤκουε τῶν γυναικῶν καὶ τὴν Ἑλένην ἐπεγίγνωσκεν, ὅσον ὑπερεῖχε τοῦ ἀνδρός· ὥστε ἐπειδὴ τὰ περὶ τὴν Ἀσίαν μεγάλα ἤκουε διά τε χώρας ἀρετὴν καὶ πλῆθος ἀνθρώπων καὶ χρημάτων, κατεφρόνησεν οὐ τοῦ Μενελάου μόνον, ἀλλὰ τοῦ τε Ἀγαμέμνονος καὶ ξυμπάσης τῆς Ἑλλάδος, καὶ ταῦτα εἵλετο ἀντ’ ἐκείνων.
12
ὁ μὲν οὖν Μενέλαος καὶ πρότερον ὑπεῖκε περὶ πάντων τῇ Ἑλένῃ καὶ ὕστερον εἰληφὼς αἰχμάλωτον ὅμως ἐθεράπευεν· ὁ δὲ Ἀγαμέμνων διὰ τὴν ἀρχὴν ἐπαιρόμενος τὴν Κλυταιμνήστραν ἠτίμασεν, ὥστε δῆλον ἦν ὅτι οὐκ ἀνέξοιντο ἀλλήλων, ἀλλ’ ἔσοιτο τοιαῦτα σχεδὸν ὁποῖα συνέπεσεν. οὐδὲ γὰρ ἐκεῖνα ἥδετο λέγοντος τοῦ Ἀγαμέμνονος ἡ Χρυσηίς, καὶ ταῦτα φανερῶς ἐν ἐκκλησίᾳ τῶν Ἀχαιῶν, ὅτι προτιμᾷ τῆς γυναικὸς αὐτὴν καὶ οὐδὲν ἡγοῖτο χείρονα· φθόνον γὰρ καὶ ζηλοτυπίαν ᾔδει φέροντα.
13
καὶ νὴ Δία τὸν τρόπον ἑώρα τοῦ Ἀγαμέμνονος ὅτι οὐ βέβαιος ἀλλὰ ὑπερήφανος εἴη καὶ ὑβριστής, καὶ τί ποιήσει πρὸς αὑτὴν αἰχμάλωτον οὖσαν ἐλογίζετο παυσάμενος τῆς ἐπιθυμίας, ὅπου γε τῆς ἑαυτοῦ γυναικός, βασιλίδος τε οὔσης καὶ παῖδας ἐξ αὐτῆς πεποιημένος, οὕτως ὀλιγώρως ἐμνημόνευεν. αἱ μὲν γὰρ ἀνόητοι χαίρουσιν ἐπὶ τοῖς ἐρασταῖς, ὅταν φαίνωνται τὰς ἄλλας ἀτιμάζοντες· αἱ δὲ νοῦν ἔχουσαι τὴν φύσιν ὁρῶσι τοῦ ταῦτα ποιοῦντος ἢ λέγοντος.