14
ἅμα δὲ καὶ πρὸς αὑτὴν ᾐσθάνετο αὐτὸν ὑβριστικῶς ἔχειν, καὶ ταῦτα ὅτε μάλιστα ἤρα. τὸ γὰρ οὕτως ἀπελάσαι τὸν Χρύσην πατέρα τῆς ἐρωμένης καὶ μὴ φείσασθαι δι’ αὐτὴν καὶ οὐχ ὅπως παραμυθήσασθαι τὸν πρεσβύτην εἰπόντα ὡς οὐδὲν αὐτοῦ τῇ θυγατρὶ δεινὸν εἴη, τοὐναντίον δὲ μὴ μόνον ἐκείνῳ ἀπειλεῖν, ἀλλὰ καὶ τὴν Χρυσηίδα ἀτιμάζειν λέγοντα, τὴν δ’ ἐγὼ οὐ λύσω πρίν μιν καὶ γῆρας ἔπεισιν ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ, τηλόθι πάτρης, ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν, πόσης τινὸς ὑπερηφανίας; τί γὰρ ἂν ὕστερον ἐποίησεν, ὅτε ἐρῶν οὕτως ὑπὲρ αὐτῆς διαλέγεται; ταῦτα οὖν φυλάξασθαι καὶ προϊδεῖν οὐδαμῶς φαύλης γυναικός.
15
ἐδήλωσε δὲ οἶμαι τὰ περὶ τὴν Κασσάνδραν γενόμενα ἐν τῷ Ἄργει καὶ τὸν Ἀγαμέμνονα αὐτόν, ὅτι νοῦν εἶχεν ἡ Χρυσηὶς ῥυσαμένη τῶν κακῶν τούτων ἑαυτήν. οὐκοῦν τὸ μήτε ἔρωτι μήτε βασιλείᾳ μήτε τοῖς δοκοῦσιν ἐνδόξοις καὶ ἀγαθοῖς νέαν οὖσαν ἐπαίρεσθαι μηδ’ εἰς πράγματα σφαλερὰ καὶ τεταραγμένην οἰκίαν καὶ εἰς φθόνον καὶ ζηλοτυπίαν αὑτὴν προέσθαι γυναικὸς σώφρονος καὶ τῷ ὄντι ἀξίας ἱερέως εἶναι θυγατρός, παρὰ θεῷ τεθραμμένης. — Τί οὖν; ἐκ τούτων σὺ φῂς νοῦν ἔχειν αὐτὴν ἡγήσασθαι τὸν Ἀγαμέμνονα; —
16
Δ. Οὐδαμῶς· οὐδὲ γὰρ εἰκὸς ἦν λέγειν αὐτὴν τοιοῦτον οὐδὲν πρὸς ἐκεῖνον· ἀλλ’ ἀπὸ τῶν ἄλλων συνεῖναι. — Πῶς οὖν οὔ φησι χαίρουσαν αὐτὴν ὁ ποιητὴς ἀπιέναι, καθάπερ τὴν Βρισηίδα λυπουμένην; — Δ. Ὅτι καὶ τοῦτο σωφρονοῦσα ἔπραττεν, ὅπως μὴ παροξύναι τὸν Ἀγαμέμνονα μηδὲ εἰς φιλονικίαν ἀγάγοι. δηλοῖ δὲ ὅμως, ὅπου φησὶν αὐτὴν ὑπὸ τοῦ Ὀδυσσέως τῷ πατρὶ δοθῆναι παρὰ τὸν βωμόν· ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ’ ἐδέξατο χαίρων παῖδα φίλην. οὐ γὰρ ἂν οἶμαι λυπουμένην αὐτὴν ὁ πατὴρ ἐδέχετο χαίρων· οὐδ᾽ ἂν φίλην εἶπε τυχόν, εἰ μὴ σφόδρα ἠγάπα τοῖς γεγονόσι τὸν πατέρα. —