1
Οἱ ἄνθρωποι ἐοίκασι πρὸς τὴν τύχην διακεῖσθαι ὃν τρόπον οἱ πλέοντες πρὸς τοὺς ἀνέμους τοὺς φορούς· ἄσμενοι γὰρ προσκαρτεροῦσι τῷ δρόμῳ, καὶ οἷς ἂν ὁ ἄνεμος παρῇ, ἐκεῖ τε ἦλθον ὅπου ἤθελον, οἱ δὲ ἀπολειφθέντες ἐν πελάγει μέσῳ μάτην ὀδύρονται· οὕτως οὖν καὶ τῆς τύχης παρούσης μὲν χαίρειν καὶ ἥδεσθαι τοὺς ἀνθρώπους, μὴ παρούσης δὲ λύπην ἔχειν καὶ ἀπορίαν. πάντα γὰρ ἐκ τῆς δαίμονος ταύτης, καὶ γὰρ τὸ ἄπορον εὔπορον φαίνεται καὶ τὸ ἀσθενὲς ἰσχυρὸν καὶ τὸ αἰσχρὸν καλὸν καὶ ἡ πενία γίγνεται πλοῦτος.
2
τύχης γοῦν ἐν θαλάττῃ γενομένης εὐπλοεῖ ναῦς καὶ ἐν ἀέρι φανείσης εὐτυχεῖ γεωργός. καὶ ψυχὴ γέγηθεν ὑπὸ τῆς τύχης αἰωρουμένη· εἰ δὲ ἀπολίποι τύχη, περίεστιν ὡς ἐν τάφῳ τῷ σώματι. οὔτε γὰρ εἰ λέγοι τις, εὐδοκιμεῖ, οὔτε εἰ πράττοι τις, ἐπιτυγχάνει, οὐδὲ ὄφελός τι εὐφυῆ γενέσθαι ἀπολιπούσης τύχης. ταύτης γὰρ μὴ παρούσης οὐ προῆλθε παιδεία οὐδὲ ἄλλο τι ἀγαθόν. ἀλλὰ μὴν καὶ ἀρετὴ τότε ἔργων ἕνεκεν θαυμάζεται, ὅταν παρῇ τύχη· εἰ δὲ ἀφεθείη μόνη, λόγος ἐστὶ καλοῦ πράγματος ἄπρακτος. αὕτη πολεμούντων μέν ἐστι νίκη καὶ εἰρήνην ἀγόντων ὁμόνοια καὶ γαμούντων εὔνοια καὶ ἐρώντων ἡδονὴ καὶ ὅλως ἡ ἐπὶ παντὶ τῷ γιγνομένῳ εὐπραγία.
3
γῆν ὅτε ἂν καταλίπῃ τύχη, τότε καὶ σείεται καὶ τρέμει καὶ τὰ ἐπ’ αὐτῆς καλὰ διαρριπτεῖται· τοῦτο γῆς νόσημα, μὴ παρούσης τύχης. ὡς δὲ ναῦς εἰκῇ φέρεται καὶ ταχὺ βυθίζεται, κυβερνήτου στερομένη, καὶ ὡς τείχη κατέπεσε θεμελίων πονησάντων, οὕτω πόλις εἰς φθορὰν ὅλη χωρεῖ σπάνει τύχης. Ἀθῆναί ποτε εἰς ῥήτορας ἠδικήθησαν καὶ ἤγετο Δημοσθένης, οὐκέτι τῆς τύχης ἐπισκοπούσης τὰς Ἀθήνας. ἐμοὶ δὲ δοκεῖ καὶ οὐρανὸς τύχην ἔχειν, ὁπόταν αἰθρίαν ἔχῃ, μὴ σκότος.