7
ἔχει δ’ οὐ κακῶς οὐδὲ τὰ τῶν παλαιῶν αἰνίγματα περὶ αὐτήν. οἱ μὲν γὰρ ἐπὶ ξυροῦ ἔστησαν αὐτήν, οἱ δὲ ἐπὶ σφαίρας, οἱ δὲ πηδάλιον ἔδωκαν κρατεῖν· οἱ δὲ τὰ κρείττω γράφοντες τὸ τῆς Ἀμαλθείας ἔδοσαν κέρας πλῆρες καὶ βρύον ταῖς ὥραις, ὃ ἐν μάχῃ Ἡρακλῆς Ἀχελῴου ἀπέρρηξεν. τὸ μὲν οὖν ξυρὸν τὸ ἀπότομον τῆς εὐτυχίας μηνύει· ἡ δὲ σφαῖρα ὅτι εὔκολος ἡ μεταβολὴ αὐτῆς ἐστιν· ἐν κινήσει γὰρ τυγχάνει πάντοτε ὂν τὸ θεῖον. τὸ δὲ πηδάλιον δηλοῖ ὅτι κυβερνᾷ τὸν τῶν ἀνθρώπων βίον ἡ τύχη. τὸ δὲ τῆς Ἀμαλθείας κέρας μηνύει τὴν τῶν ἀγαθῶν δόσιν τε καὶ εὐδαιμονίαν. μὴ ὀνομάζωμεν οὖν κακήν τινα τύχην· οὐδὲ γὰρ τὴν ἀρετὴν λέγει τις εἶναι κακὴν οὐδὲ τὸ ἀγαθὸν κακόν.
ΠΕΡΙ ΤΥΧΗΣ ΔΕΥΤΕΡΟΣ.
1
Τὰ γιγνόμενα παρὰ τῶν ἀνθρώπων εἰς τὴν τύχην ἐγκλήματα μέγιστα ἂν ἔγωγε θείην ὑπὲρ αὐτῆς ἐγκώμια. τὰς γοῦν ἀδήλους τῶν πραγμάτων μεταβολὰς εἰς ταύτην ἀναφέρουσι, καὶ οἷς ἀπὸ γνώμης ἐπιχειρήσαντες διήμαρτον, τούτων ἀφῃρῆσθαι νομίζουσιν ὑπὸ τῆς τύχης, ὡς πάντα περιποιεῖν, εἰ θελήσαι, δυναμένης. ἀκούσαις δ’ ἂν αἰτιωμένων αὐτὴν καὶ γεωργῶν καὶ ἐμπόρων καὶ πλουσίων ἐπὶ τοῖς χρήμασι καὶ καλῶν ἐπὶ τοῖς σώμασι καὶ Πανθείας ἐπὶ τῷ ἀνδρὶ καὶ Κροίσου ἐπὶ τῷ παιδὶ καὶ Ἀστυάγους ἡττηθέντος καὶ Πολυκράτους ἑαλωκότος. καὶ Πέρσαι δὲ ἐμέμφοντο τὴν τύχην μετὰ τὴν Κύρου σφαγὴν καὶ Μακεδόνες μετὰ τὴν τελευτήν. Ἀλεξάνδρου
2
ἤδη δέ τινα καὶ τῶν ἰδίων παθῶν τῇ τύχῃ προφέρουσιν, ἡ Μήδεια τὸν ἔρωτα, ὁ Μίδας τὴν εὐχήν, ἡ Φαίδρα τὴν διαβολήν, ὁ Ἀλκμαίων, ὅτι ἐπλανᾶτο, ὁ Ὀρέστης, ὅτι ἐμαίνετο. ἐρῶ δὲ ὑμῖν τινα καὶ Κύπριον λόγον, εἰ βούλεσθε. ἤνεγκεν ὁ παλαιὸς βίος καὶ ἐνδόξους γυναῖκας, Ῥοδογούνην πολεμικήν, Σεμίραμιν βασιλικήν, Σαπφὼ μουσικήν, Τιμάνδραν καλήν· οὕτω καὶ ἐν Κύπρῳ Δημώνασσα ἐγένετο, πολιτική τε ὁμοῦ γυνὴ καὶ νομοθετική.