15
εὐτυχία ποιμένων. οὐ Θήβας Αἰγυπτίας, αἵθ’ ἑκατόμπυλοί εἰσι, διηκόσιοι δ’ ἀν’ ἑκάστην ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν· ἱπποκόμων βίος καὶ πυλωρῶν. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. οὐκ ἀρκεῖ μοι βωμὸς θύειν οὐκ ἔχοντι, οὐκ ἀρκεῖ μοι φυτὰ τρέφειν με μὴ δυνάμενα. τρηχεἶ, ἀλλ’ ἀγαθὴ κουροτρόφος· οὔτε τραχεῖα αὕτη καὶ κουροτρόφος.
16
δέσποιν’ ἁπασῶν πότνἰ Ἀθηναίων πόλι· μὴ λέγε, ἄνθρωπε. οὐκέτ’ εἰσὶν ἐκεῖνοι δεσπόται. ὡς καὶ καλόν σου φαίνεται τὸ νεώριον. ἀλλὰ μεθ’ Ἑλλήσποντον καὶ Λύσανδρον αἰσχρόν. — καλὸς δ’ ὁ Πειραεύς· ἔτι γὰρ μετὰ τῶν τειχῶν αὐτὸν βλέπεις· ἄλση δὲ τίς πω τοιάδ’ ἔσχ’ ἄλλη πόλις; εἶχε μέν, δῃωθεῖσα δὲ ὡς ἐπὶ συμφοραῖς γυνή ἀπεκείρατο. καὶ τοὐρανοῦ γ̓, ὥς φασιν, ἐστὶν ἐν καλῷ. καὶ πῶς, οἵ γε λοιμώττουσι καὶ νοσοῦσι καὶ τὸ πλέον αὐτῶν ἀπόλλυται μέρος ὑπὸ τῶν ἀέρων ἢ τῶν πολεμίων;
17
καὶ μή τις ἀχθέσθω, διότι οὕτως τῶν πατέρων ἐμνημόνευσα. τῶν μὲν γὰρ πρωτείων οὐκ ἂν ἄλλως τύχοιμεν μὴ τοῖς πρώτοις ἁμιλλώμενοι. ἀλλὰ καὶ παλαιός τις στρατιώτης ὡς γεγονὼς τοῦ πατρὸς κρείσσων ἐσεμνύνετο, καὶ οὐδὲ Ἀθηναίοις αἰσχρὸν πατράσιν οὖσιν ὑπὸ τῶν παίδων ἡττωμένοις. τῆς γὰρ ὑμετέρας μεθέξουσιν ἀρετῆς κατὰ τὴν αὑτῶν ἐλαττούμενοι. πῶς οὖν οὐκ ἂν εἰδείητε τούτων ἁπάντων τῇ τύχῃ τὴν χάριν καὶ τοῦ γένους, ὅτι Ἕλληνες, καὶ τῆς μεταβολῆς, ὅτι ἐκ πενήτων εὐδαίμονες; Σωκράτης γοῦν ἐπὶ πολλοῖς αὑτὸν ἐμακάριζε, καὶ ὅτι ζῷον λογικὸν καὶ ὅτι Ἀθηναῖος.