14
ᾧ γὰρ κύριος ἕκαστος γίγνεται τῶν ὑπαρχόντων καὶ δι’ οὗ μόνου κεκτῆσθαι τἀγαθὰ ἀσφαλῶς ἔστιν, οὐ δίδωσιν αὐτοῖς μετὰ τῶν χρημάτων καὶ τῆς δόξης καὶ τῆς δυνάμεως. τοῦτο δέ ἐστιν οὗ χωρὶς οὐκ ἔστιν οὐδὲ τῶν ἄλλων ἔχειν οὐδέν, οἴεσθαι μέντοι καὶ ἀπατᾶσθαι. καθάπερ οὖν οὐδὲ ἡμεῖς, ὅταν εἰς τὴν οἰκίαν τινὰ εἰσαγάγωμεν ἢ τὸ χωρίον ἢ σκεύη τινὰ παράσχωμεν, εὐθὺς κύριον ἐκείνων τοῦτον ἀπεδείξαμεν, ἂν μὴ προσῇ τὸ μετὰ ἀσφαλείας τινὸς καὶ γράμματος, οὕτω καὶ ἡ τύχη κύριον οὐδένα ποιεῖ τῶν ὑφ’ αὑτῆς διδομένων, ἐὰν μὴ προσῇ τὸ μετὰ νοῦ καὶ φρονήσεως τινὰ λαμβάνειν.
15
οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων εἰώθασιν εὐδαιμονίζειν εὐθὺς οἷς ἂν ὁρῶσι τὰ παρὰ τῆς τύχης ὑπάρχοντα, ὥσπερ τοῖς πλέουσι συνήδονται πνεῦμα ὁρῶντες ἐπέχον, οὐκ εἰδότες οὔτ’ εἰ φορὸν αὐτοῖς τοῦτό ἐστιν οὔτ’ εἰ κυβερνήτην ἔχουσιν ἔμπειρον. ἐγὼ δ᾽ οἶμαι τότε δεῖν μακαρίους κρίνειν τοὺς ἐν ἀφθόνοις ὄντας τοῖς παρὰ τῆς τύχης, ὅταν αὐτοῖς καὶ τὸ φρονεῖν παρῇ. καθ’ αὑτὰ γὰρ ταῦτα δηλονότι εἰ τοῖς ἀνοήτοις γένοιτο κινδύνου καὶ δυστυχίας αἴτια.
(49)ΠΕΡΙ ΔΟΞΗΣ ΠΡΩΤΟΣ.
1
Εἰσί τινες, οἳ τοὺς μὲν φιλαργύρους ἢ φιλόψους ἢ οἰνόφλυγας ἢ περὶ γυναῖκας ἢ παῖδας ἐπτοημένους ἀσώτους ἀποκαλοῦσι καὶ δυστυχεῖς, καὶ τούτων ἕκαστον ἡγοῦνται τὸ μέγιστον ὄνειδος, τοὺς δὲ φιλοτίμους καὶ φιλοδόξους τοὐναντίον ἐπαινοῦσιν, ὡς λαμπρούς· ὥστε καὶ αὐτὸς ἕκαστος ὀψοφαγῶν μὲν ἢ πίνων ἢ ἐρῶν τινος αἰσχύνεται καὶ περιστέλλει τὴν ἀκρασίαν, δοξοκοπῶν δὲ καὶ φιλοτιμούμενος οὐδένα ἀνθρώπων βούλεται λανθάνειν, ἀλλὰ ἐν τῷ μέσῳ ταῦτα ποιεῖ.