8
ὅτι μὲν γὰρ ῥᾷόν ἐστι μεταχειρίσασθαι τὸ χαλεπώτατον μειράκιον τοῦ μετριωτάτου δήμου τίς οὐκ ἂν φήσειεν; ὅσῳ μέντοι προχωρεῖ τὸ τῆς δόξης ἐπὶ πλέον, τοσούτῳ μᾶλλον οὐκ ἔστιν ὕπνου λαχεῖν· ἀλλ’ ὥσπερ οἱ φρενιτίζοντες, ἀεὶ μετέωρος οὗτος καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν. ʽνὴ Δἴ, ἀλλ’ ἐκείνους ἰδεῖν ἔστιν περὶ τὸν οἶνον καὶ τὰς ἑταίρας καὶ τὰ ὀπτανεῖἀ τῷ τοιούτῳ δὲ οὐκ ἀνάγκη πολὺ μὲν ὄψον ἀγοράζειν, πολὺν δὲ οἶνον; αὐλητὰς δὲ καὶ μίμους καὶ κιθαριστὰς καὶ θαυματοποιοὺς συνακτέον, ἔτι δὲ πύκτας καὶ παγκρατιαστὰς καὶ παλαιστὰς καὶ δρομεῖς καὶ τὸ τοιοῦτον ἔθνος, εἴ γε μὴ μέλλει φαύλως μηδὲ ἀγεννῶς ἑστιάσειν τὸ πλῆθος.
9
τοιοῦτος μὲν γὰρ οὐδεὶς πώποτε τῶν ὀψοφάγων γέγονεν, ὅστις ἐπεθύμησε λέοντος ἀγρίου ἢ ταύρων ἑκατόν· οἱ δὲ τοῖς πολλοῖς ἀρέσκειν ἐθέλοντες οὐ μόνον τούτων ἐπιθυμοῦσιν, ἀλλ’ ὅσων οὐδὲ εἰπεῖν ἔστιν. οὐ γὰρ ὀλίγοις λίνοις, φασίν, ἢ δυσὶν ἢ τρισὶν ἑταίραις οὐδὲ δέκα Λεσβίσι θηρεύεται δόξα καὶ δῆμος ὅλος εἰς πειθὼ καὶ φιλίαν ἄγεται, μυρίων ἀντιπραττόντων· ἀλλὰ ἀνάγκη πόλεως ἀκολασίαν ἔχειν καὶ φιλῳδὸν καὶ φιλοχορευτὴν καὶ φιλοπότην καὶ ὀψοφάγον εἶναι καὶ πάντα δὴ τὰ τοιαῦτα μὴ ὡς ἕνα ἄνδρα, ἀλλὰ μυρίους ἢ δὶς μυρίους ἢ δεκάκις, ἡλίκης ἄν ποτε ἐραστὴς ᾖ πόλεως. ἀ
10
εὶ δ’ ἂν παρὰ τῷ τοιούτῳ καταλάβοις αὐλῶν συρίγγων τ’ ἐνοπὴν ὅμαδόν τ’ ἀνθρώπων. παρὰ δὲ πλήθουσι τράπεζαι σίτου καὶ κρειῶν, μέθυ δ’ ἐκ κρητήρων οἰνοχόοι φορέουσι. κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ ἤματα, νύκτας δ’ αὖτε παρ’ αἰδοίῃς ἀλόχοισιν οὐδέποθ’ εὕδουσιν, οὐδ’ ἂν πάνυ πολλοὺς ὑποστορέσωνται τάπητας.