11
ὥστε τούς γε φιλόπαιδας καὶ σφόδρα οἶμαι μακαρίζειν αὑτοὺς τοῖς φιλοδόξοις παραβάλλοντας, ὅταν αὐτοὶ μὲν ὄρτυγας ζητῶσιν ἢ ἀλεκτρυόνα ἢ ἀηδόνιον, τοῖς δὲ ὁρῶσιν ἀνάγκην οὖσαν Ἀμοιβέα ἢ Πῶλον ζητεῖν ἢ τῶν Ὀλυμπίασι νενικηκότων τινὰ πέντε μισθοῦσθαι ταλάντων. καὶ αὐτοὶ μὲν ἕνα τὸν παιδαγωγὸν ἢ τὸν ἀκόλουθον ἐγάστρισαν· οἱ δὲ ἂν μὴ τοὐλάχιστον ἑκατὸν τῆς ἡμέρας πολυτελῶς ἑστιάσωσιν οὐδὲν αὐτοῖς ὄφελος. τοῖς μὲν οὖν κάμνουσιν ἡσυχίας προνοοῦσιν οἱ θεραπεύοντες, ὅπως καθεύδωσι· τοῖς δὲ δοξοκόποις, ὅταν ἡσυχίας τυγχάνωσι, τότε μάλιστα ὕπνος οὐκ ἔπεισιν.
12
οἱ μὲν οὖν χρημάτων ἢ γένους ἐπιτυχόντες ἢ τινος τῶν τοιούτων ἢ σώματος εὐτονίας ἢ λαλιὰν γοῦν περιποιησάμενοι, καθάπερ ἐπτερωμένοι μόνον οὐ κατ’ ἄστρων φέρονται, δημαγωγοί τε καὶ ξεναγοὶ καὶ σοφισταὶ λεγόμενοι, δήμους καὶ σατράπας καὶ μαθητὰς θηρεύοντες· τῶν δὲ ἄλλων ἕκαστος τῶν μηδεμίαν χορηγίαν ἐχόντων, ὑπὸ δὲ τῆς αὐτῆς νόσου κρατουμένων, περιέρχεται πρὸς ἕτερον ζῶν καὶ τί περὶ αὐτοῦ λέγει τις φροντίζων, κἂν μὲν εὐφημήσῃ τις, ὡς οἴεται, μακάριος καὶ φαιδρός, εἰ δὲ μή, ταπεινός τε καὶ κατηφὴς καὶ τοιοῦτον αὑτὸν εἶναι νομίζων ὁποῖον ἂν εἴπῃ τις. καὶ δίαιταν μὲν ἢ δίκην ἂν ἔχῃ πρός τινα, οὐκ ἀξιοῖ τὸν διαιτητὴν ἢ τὸν δικαστὴν τοῖς τυχοῦσι προσέχειν μάρτυσιν, αὐτὸς δ’ ὑπὲρ ἑαυτοῦ πάντας ἀξιόχρεως ἡγεῖται.
13
τί δὴ κακοδαιμονέστερον ἀνθρώπων ἐπ’ ἄλλοις κειμένων καὶ τὸν ἀπαντῶντα κύριον ἐχόντων, πρὸς ὃν ἀεὶ βλέπειν ἀνάγκη καὶ σκοπεῖν τὸ πρόσωπον ἑκάστου, καθάπερ τοῖς οἰκέταις τὸ τῶν δεσποτῶν; πᾶσα μὲν οὖν ἐστι δουλεία χαλεπή· τοὺς δὲ ἀπὸ τύχης ἐν οἰκίᾳ τοιαύτῃ δουλεύοντας, ἐν ᾗ δύο ἢ τρεῖς δεσπόται, καὶ ταῦτα ταῖς τε ἡλικίαις καὶ ταῖς φύσεσι διάφοροι ʽλέγω δὲ πρεσβύτης ἀνελεύθερος καὶ τούτου παῖδες νεανίσκοι πίνειν καὶ σπαθᾶν θέλοντεσ̓ τίς οὐκ ἂν τῶν ἄλλων οἰκετῶν ὁμολογήσειεν ἀθλιωτέρους, ὅταν τοσούτους δέῃ θεραπεύειν, καὶ τούτων ἕκαστον ἄλλο τι βουλόμενον καὶ προστάττοντα;