14
εἰ δέ τις δημόσιος οἰκέτης εἴη, πρεσβυτῶν ἢ νεανίσκων, πενήτων, πλουσίων, ἀσώτων, φιλαργύρων, ποῖός τις ἂν ὁ τοιοῦτος εἴη; οἶμαι δὲ, εἴ τις ἐν τοιαύτῃ πόλει χρήματα ἔχων ἠναγκάζετο βιοῦν, ἐν ᾗ πᾶσιν ἐξῆν ἁρπάζειν τὰ τοῦ πέλας καὶ μηδεὶς νόμος ἐκώλυε, παραχρῆμα ἂν ἀπέστη τῶν χρημάτων, εἰ καὶ φιλαργυρίᾳ τοὺς πώποτε ὑπερβεβλήκει. τοῦτο δὴ νῦν ἐπὶ τῆς δόξης ἐστίν. ἐφεῖται γὰρ εἰς ταύτην τῷ βουλομένῳ τινὰ βλάπτειν καὶ πολίτῃ καὶ ξένῳ καὶ μετοίκῳ.
15
τοῖς ἀτίμοις ἀβίωτος εὐλόγως ὁ βίος φαίνεται, καὶ πολλοὶ μᾶλλον αἱροῦνται θάνατον ἢ ζῆν τὴν ἐπιτιμίαν ἀποβαλόντες, ὅτι τῷ ἐθελήσαντι τύπτειν ἔξεστι καὶ κόλασις οὐκ ἔστιν οὐδεμία τοῦ προπηλακίζοντος. οὐκοῦν τὸν δοξοκόπον ἅπασιν ἔξεστι τύπτειν τῷ παντὶ χαλεπωτέρας πληγὰς τῶν εἰς τὸ σῶμα καίτοι τοὺς μὲν ἀτίμους οὐκ ἂν εὕροι τις ῥᾳδίως ὑπό τινος τοῦτο πάσχοντας· τὸ γὰρ νεμεσητὸν οἱ πολλοὶ καὶ τὸν φθόνον εὐλαβοῦνται καὶ τὸ τελευταῖον ἐκ τῶν ἀσθενεστέρων αὐτοῖς οὐδείς ἐστι κίνδυνος. τοῦ δὲ βλασφημεῖν μάλιστα τοὺς δοκοῦντας ἐνδόξους οὐδεὶς φείδεται οὐδὲ ἀδύνατος οὐδεὶς οὕτως, ὅστις οὐκ ἂν ἰσχύσαι ῥῆμα εἰπεῖν.
16
τοιγαροῦν μέτριός τις τῶν ἀρχαίων συνεχῶς τινος αὐτῷ προσφέροντος τοιούτους λόγους, Εἰ μὴ παύσῃ κακῶς ἀκούων ὑπὲρ ἐμοῦ, κἀγώ, φησιν, ὑπὲρ σοῦ κακῶς ἀκούσομαι. βέλτιον δὲ ἴσως ἦν μηδὲ εἰ λέγει τὴν ἀρχὴν προσποιεῖσθαι. τὸν οἰκέτην πολλάκις ἀνειμένον καὶ παίζοντα ὁ δεσπότης περιπεσὼν κλαίειν ἐποίησε· τὸν δὲ τῆς δόξης ἥττονα ὁ βουλόμενος ἑνὶ ῥήματι συνέστειλεν. εἴ τις ἐπῳδὰς ἠπίστατο τοιαύτας παρὰ τῆς Μηδείας μαθὼν ἢ παρὰ τῶν Θετταλῶν, ὥστε φθεγγόμενος τῶν ἀνθρώπων οὓς ἤθελε ποιεῖν κλαίειν καὶ ὀδυνᾶσθαι μηδενὸς κακοῦ παρόντος, οὐκ ἂν ἐδόκει τυραννὶς εἶναι ἡ τούτου δύναμις; πρὸς οὖν τὸν ἐπὶ δόξῃ κεχαυνωμένον οὐκ ἔστιν οὐδεὶς ὃς οὐκ ἔχει ταύτην τὴν ἰσχύν.