21
τὸν ἐκ δούλων ὁ Κέκροψ, τὸν εὐτελῆ τὴν ὄψιν καὶ καλὸν εἶναι βουλόμενον ὁ Θερσίτης. ἐὰν μὲν γὰρ εἰς λίχνον ἢ φιλάργυρον σκώψῃς ἢ κίναιδον ἢ καθόλου πονηρὸν τὸν ἐπὶ τῇ σωφροσύνῃ κομῶντα καὶ τὴν ἀρετὴν ἐπιγεγραμμένον, ὅλον ἀπολώλεκας. ὁ Περσεὺς τὴν κεφαλὴν τῆς Γοργόνος περιφέρων καὶ ταύτην τοῖς ἐχθροῖς δεικνὺς ἐποίει λίθους· οἱ πολλοὶ δὲ ὑφ’ ἑνὸς ῥήματος, ἐὰν ἀκούσωσι, λίθοι γεγόνασι· καὶ τοῦτο οὐ δεῖ περιφέρειν, ἐν πήρᾳ φυλάττοντα αὐτό.
22
καίτοι φέρε, εἰ καὶ τῶν ὀρνέων τὰς φωνὰς συνίεμεν, τῶν κοράκων ἢ κολοιῶν καὶ τῶν ἄλλων ζῴων, οἷον βατράχων ἢ τεττίγων, δῆλον ὅτι καὶ ταῖς τούτων φωναῖς ἂν προσείχομεν, τί λέγει περὶ ἡμῶν ὁ κολοιὸς ὁ πετόμενος ἢ τί φησιν ἡ κίττα καὶ τίνα ἔχει δόξαν. οὐκοῦν εὐτύχημα τὸ μὴ ξυνιέναι. πόσοι δὴ τῶν ἀνθρώπων τῶν βατράχων εἰσὶν ἀφρονέστεροι καὶ τῶν κολοιῶν; ἀλλ’ ὅμως κινεῖ τὰ παρὰ τούτων ἡμᾶς καὶ πάνυ κακῶς διατίθησιν.
23
οὐ μὴν ὅ γ’ ἀφεὶς ἐλεύθερον ἑαυτὸν ἐπιστρέφεται τῆς τῶν πολλῶν φλυαρίας, ἀλλὰ τῆς μὲν ἐκείνων ἀδολεσχίας καταγελᾷ, πάλαι δὴ πρὸς ἅπαντας εἰρηκώς, οὐκ ἀλέγω, ὡσεί με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. τὸν Ἡρακλέα τὸν τοῦ Διὸς πόσους οἴει βλασφημεῖν, τοὺς μὲν ὡς κλῶπα, τοὺς δὲ ὡς βίαιον, τοὺς δὲ καὶ μοιχὸν λέγειν ἢ τεκνοκτόνον; ἀλλ’ ὅμως οὐδὲν αὐτῷ τούτων ἔμελεν οὐδὲ ἦν ἴσως τις ὁ ταῦτα φανερῶς λέγων, ἐπεὶ παραχρῆμα ἄν ὑπέσχε τὴν δίκην.
24
εἰ μὴ τῶν ἄλλων καταφρονῆσαι πείσεις σαυτόν, οὐδέποτε παύσῃ κακοδαιμονῶν, ἀλλ’ ἀεὶ βίον ἄθλιον ζήσεις καὶ χαλεπόν, πᾶσιν ὑποκείμενος τοῖς βουλομένοις λυπεῖν, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, λαγὼ βίον ζῶν. ἀλλ’ ἐκεῖνοι μὲν τοὺς κύνας καὶ τὰ δίκτυα καὶ τοὺς ἀετοὺς δεδοίκασι· σὺ δὲ τοὺς λόγους ἐπτηχὼς καὶ τρέμων περιελεύσῃ, μηδεμίαν φυλακὴν φυλάξασθαι δυνάμενος, μηδ’ ἂν ὁτιοῦν πράττῃς, μηδ’ ἄν ὅπως βούλῃ διάγῃς.