4
ἄνθρωπος δὲ φύσει φρονήσεως μετέχων, ἀπολειπόμενος δὲ αὐτῆς διὰ φαυλότητα καὶ ῥᾳθυμίαν, δόξης καὶ ἀπάτης ἔνδοθεν μεστός ἐστι· καὶ πάντα ἀλλήλοις διαφέρονται, καὶ περὶ ἐσθῆτος καὶ στολῆς καὶ περὶ τροφῆς καὶ ἀφροδισίων καὶ περὶ τιμῆς καὶ ἀτιμίας, κατὰ ἔθνη καὶ πόλεις· ὁμοίως δὲ καὶ ἐν τῇ πόλει καθ’ αὑτὸν ἕκαστος ἐσπούδακεν ὁ μὲν γῆν ὡς πλείστην κτήσασθαι, ὁ δὲ ἀργύριον, ὁ δὲ ἀνδράποδα, ὁ δὲ ξύμπαντα ταῦτα, ὁ δ’ ἐπὶ τῷ λέγειν θαυμάζεσθαι καὶ διὰ τοῦτο τῶν ἄλλων πλέον δύνασθαι, ὁ δὲ αὐτὸ μόνον δεινὸς εἶναι καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὰ πράγματα ἐζήλωκεν, ὁ δὲ ἀπ’ ἄλλου τινὸς ἰσχύειν, ὁ δὲ τρυφὴν ὡς πλείστην ἐπιτηδεύει.
5
τούτων μὲν οὖν, ὅπερ ἔφην, οὐδὲν ἄν, ὡς εἰκός, ὀρθῶς πράττοιεν οὐδὲ οἱ τὰ κράτιστα δοκοῦντες ἐπιτηδεύειν. οὐ γὰρ εἰδότες τὸ βέλτιον ἢ τὸ χεῖρον ἢ τὸ συμφέρον αἱροῦνται οὐδέν. ὅστις δ᾽ ἐπεθύμησε φρονήσεως καὶ διενοήθη πῶς χρὴ ἐπιμεληθέντα αὑτοῦ καὶ παίδευσιν τίνα παιδευθέντα γενέσθαι ἄνδρα ἀγαθὸν καὶ διαφέροντα τῶν πολλῶν, τοῦτον ἐγώ φημι φύσεώς τε χρηστῆς τυχεῖν καὶ τύχης ὁμοίας. ἐλπὶς γὰρ ζητοῦντα καὶ παιδευόμενον ἐξευρεῖν τὸ δέον καὶ πρὸς τί ὁρῶντα καὶ τί βουλόμενον πάντα τὰ ἄλλα χρὴ πράττειν καὶ οἰκονομεῖν.
6
ὁ δὲ τοῦτο συνεὶς ἅπαντα ἂν ἤδη καλῶς διαπράττοιτο καὶ τὰ μείζω δοκοῦντα καὶ τὰ σμικρότερα· καὶ εἴτε ἱππικῆς ἐπιτηδεύοι ἀγωνίαν εἴτε μουσικῆς εἴτε γεωργίας ἐπιμελοῖτο εἴτε στρατηγεῖν ἐθέλοι ἢ ἄρχειν τὰς ἄλλας ἀρχὰς ἢ τὰ ἄλλα τὰ κοινὰ ἐν τῇ πόλει πράττειν, καλῶς ἂν πάντα ποιήσειε καὶ περὶ οὐδὲν ἂν σφάλλοιτο. ἄνευ δὲ τούτου καθ’ ἕκαστον μὲν τῶν ἔργων ἐνίοτε αὑτῷ τε καὶ τοῖς ἄλλοις φαίνοιτο ἂν κατορθοῦν· οἷον εἰ γεωργῶν ἐπιτυγχάνοι περὶ τοὺς καρποὺς ἢ ἱππεύειν ἐμπειρότερος εἴη ἢ τὰ κατὰ μουσικὴν ἱκανῶς γιγνώσκοι ἢ ἀγωνιζόμενος δύναιτο τῶν ἀντιπάλων κρατεῖν, τὸ δὲ σύμπαν ἁμαρτάνοι ἂν πρὸς οὐδὲν ἀγαθὸν οὐδὲ ὥστε ὠφελεῖσθαι ταῦτα ἐργαζόμενος.