3
ἀλλ’ οἱ μέν τινες περὶ γεωργίαν πραγματεύονται, οἱ δὲ περὶ ἐμπορίαν, οἱ δ’ ἐπὶ στρατείαν ὁρμῶσιν, οἱ δ’ ἐπ’ ἰατρικήν, οἱ δὲ οἰκοδομικὴν ἢ ναυπηγικὴν ἐκμανθάνουσιν, οἱ δὲ κιθαρίζειν ἢ αὐλεῖν ἢ σκυτοτομεῖν ἢ παλαίειν, οἱ δὲ ὅπως δεινοὶ δόξουσι περὶ τὸ εἰπεῖν ἐν δήμῳ ἢ δικαστηρίῳ τὴν πᾶσαν σπουδὴν ἔχουσιν, οἱ δὲ ὅπως ἰσχυροὶ ἔσονται τὰ σώματα. καίτοι τοὺς ἐμπόρους μὲν καὶ γεωργοὺς καὶ στρατιώτας καὶ ἰατροὺς καὶ οἰκοδόμους καὶ κιθαριστὰς καὶ αὐλητὰς καὶ παιδοτρίβας, ἔτι δὲ τοὺς λεγομένους ῥήτορας καὶ τοὺς πάνυ ἰσχύοντας τοῖς σώμασιν, ἀθλίους καὶ δυστυχεῖς τοὺς πολλοὺς ἂν εὕροι τις ἢ μικροῦ δεῖν ἅπαντας.
4
ἂν δὲ ἡ ψυχὴ ἔμφρων γένηται καὶ ὁ νοῦς ἀγαθὸς καὶ ἱκανοὶ ὦσι τά τε αὑτῶν πράγματα ὀρθῶς πράττειν καὶ τὰ τῶν ἄλλων, τούτους ἀνάγκη καὶ εὐδαιμόνως ζῆν, νομίμους ἄνδρας γενομένους καὶ ἀγαθοῦ δαίμονος τυχόντας καὶ φίλους ὄντας τοῖς θεοῖς. οὐ γὰρ ἄλλους μὲν φρονίμους εἰκὸς εἶναι, ἄλλους δὲ ἐμπείρους τῶν ἀνθρωπίνων πραγμάτων, οὐδὲ ἄλλους μὲν τἀνθρώπεια ἐπίστασθαι, ἄλλους δὲ τὰ θεῖα, οὐδὲ ἄλλους μὲν εἶναι τῶν θείων ἐπιστήμονας, ἄλλους δὲ ὁσίους, οὐδὲ ἄλλους μὲν ὁσίους, ἄλλους δὲ θεοφιλεῖς· οὐδὲ ἕτεροι μὲν ἔσονται θεοφιλεῖς, ἕτεροι δὲ εὐδαίμονες. οὐδὲ ἕτεροι μέν εἰσιν ἄνθρωποι ἄφρονες, ἕτεροι δ’ ἀγνοοῦσι τὰ καθ̓ αὑτοὺς πράγματα· οὐδὲ οἵ τὰ σφέτερα πράγματα ἀγνοοῦσι, τὰ θεῖα ἴσασιν· οὐδὲ οἱ φαύλως περὶ τῶν θείων ὑπειληφότες οὐκ ἀνόσιοί εἰσιν. οὐδέ γε τοὺς ἀνοσίους οἷόν τε φίλους εἶναι θεοῖς, οὐδὲ τοὺς μὴ φίλους θεοῖς μὴ δυστυχεῖς εἶναι.
5
διὰ τί ποτ’ οὖν οἱ μὲν ὀρεγόμενοι ὅπως εὐδαιμονήσουσιν οὐ προθυμοῦνται τοιούτους παρέχειν σφᾶς αὐτούς; ἃ δὲ πράττοντας οὐδὲν αὐτοὺς κωλύει κακῶς καὶ ἀθλίως ζῆν, πᾶσαν τούτων ἐπιμέλειαν ποιοῦνται; καίτοι ἄνευ μὲν αὐλητῶν καὶ κιθαριστῶν καὶ σκυτοτόμων καὶ παιδοτριβῶν καὶ ῥητόρων καὶ ἰατρῶν οὐκ ἀδύνατον ἀνθρώποις βιοῦν πάνυ καλῶς καὶ νομίμως, οἶμαι δ’ ἐγὼ καὶ δίχα γεωργῶν καὶ οἰκοδόμων·