6
Σκύθαι γοῦν οὐδὲν κωλύονται οἱ νομάδες μήτε οἰκίας ἔχοντες μήτε γῆν σπείροντες ἢ φυτεύοντες δικαίως καὶ κατὰ νόμους πολιτεύεσθαι· ἄνευ δὲ νόμου καὶ δικαίου μὴ κακῶς ζῆν ἀνθρώπους καὶ πολὺ τῶν θηρίων ὠμότερον οὐ δυνατόν. ἔτι δ’ ὅπου μὲν φαῦλοι σκυτοτόμοι εἰσὶ καὶ γεωργοὶ καὶ οἰκοδόμοι, οὐδὲν ἐκεῖ διὰ τοῦτο συμβαίνει χαλεπόν, ἀλλὰ τὰ ὑποδήματα καὶ πυροὶ ἐλάττους καὶ κριθαί· ὅπου δὲ ἄρχοντες χείρους καὶ δικασταὶ καὶ νόμοι, τὰ πράγματα κάκιον ἔχει τῶν ἀνθρώπων ἐκείνων καὶ ὁ βίος δυστυχέστερος καὶ στάσεις καὶ ἀδικίαι καὶ ὕβρεις καὶ ἀσέβεια πολλὴ φύεται παρ’ αὐτοῖς.
7
ἔτι δὲ σκυτοτόμον μὲν αὐτὸν οὐκ ὄντα λυσιτελεῖ παρ’ ἄλλου πρίασθαι ὑποδήματα, καὶ οἰκοδομεῖν οὐκ ἐπιστάμενον ἄλλον ἐπὶ τούτῳ μισθώσασθαι, καὶ γεωργὸν μὴ ὄντα σῖτον πρίασθαι καὶ ὄσπρια· ἄδικον δὲ αὐτὸν ὄντα οὐ λυσιτελεῖ τῶν δικαίων παῤ ἄλλου τυγχάνειν οὐδὲ ἄφρονα καὶ ἀγνοοῦντα ἃ δεῖ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, μετὰ νοῦν ἐφ’ ἑκάστῳ πρὸς ἕτερον ἰέναι. πρὸς γὰρ τοῖς ἄλλοις ὁ μὲν ἀργυρίου δεόμενος ἢ ἱματίων ἢ οἰκίας ἢ ἄλλου του ἐπίσταταί τε καὶ ζητεῖ παρὰ τῶν ἐχόντων λαβεῖν· ὁ δὲ νοῦν οὐκ ἔχων οὐδὲ αὐτὸ τοῦτο ἐπίσταται ὅτι οὐκ ἔχει νοῦν· ἀλλ’ αὐτός φησιν ἱκανὸς εἶναι καὶ ἰσχυρίζεται τῇ ἀφροσύνῃ, πάντα πράττων καὶ λέγων ἀφρόνως, καὶ οὔ φησιν ἄδικος εἶναι οὐδὲ ἀνόητος οὐδὲ ἀκόλαστος, ἀλλ’ ὡς οἷόν τε ἱκανῶς περὶ ταῦτα ἔχειν, ὧν οὐδεμίαν πώποτε ἐπιμέλειαν ἐποιήσατο οὐδὲ ἔμαθεν οὐδὲν τούτων ἕνεκεν.