5
Δύο δέ τινων τοῦ μὲν λέγοντος ὅτι πλευσεῖται τὴν ταχίστην καὶ πολλὰ κερδανεῖ χρήματα ἀπὸ ἐμπορίας, μήτε δὲ ναῦς μήτε ναύτας παρεσκευασμένου μήτε φόρτον ἔχοντος μηδένα, ἀλλὰ μηδὲ προσιόντος ὅλως τῷ λιμένι μηδὲ τῇ θαλάττῃ, τοῦ δὲ πραγματευομένου περὶ ταῦτα καὶ πλοῖον περισκοποῦντος καὶ κυβερνήτην καὶ χρήματα ἐμβαλλομένου· πότερον αὐτῶν φήσεις ἐμπορίᾳ προσέχειν τὸν νοῦν; τὸν λέγοντα ἢ τὸν πράττοντα καὶ παρασκευαζόμενον τὰ τοῦ πλοῦ καὶ τὰ τῆς ἐμπορίας; —
6
Ἐγὼ μὲν τοῦτον. — Δ. Ἐπὶ παντὶ ἄρα τὸν μὲν λόγον, εἰ καθ’ αὑτὸν λέγοιτο, μηδενὸς ἔργου προσόντος, ἄκυρον ἡγήσῃ καὶ οὐ πιστόν· τὸ δ’ ἔργον αὐτὸ πιστόν τε καὶ ἀληθές, ἐὰν καὶ μὴ προάγῃ λόγος; — Οὕτως. — Δ. Πότερον οὖν γεωργίας ἐστί τινα ἔργα καὶ παρασκευὴ καὶ ναυτιλίας καὶ ἄλλα τῷ κυνηγέτῃ προσήκοντα καὶ τῷ ἀστρονόμῳ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασι, φιλοσοφίας δὲ οὐδέν ἐστιν οἰκεῖον ἔργον οὐδὲ πρᾶγμα οὐδὲ παρασκευή; — Πάνυ μὲν οὖν. —
7
Δ. Ἀλλὰ ταῦτα μὲν ἄδηλα τὰ προσήκοντα τῷ φιλοσόφῳ καὶ φιλοσοφίᾳ, τὰ δὲ τῶν ἐμπόρων καὶ γεωργῶν καὶ μουσικῶν καὶ ἀστρονόμων καὶ ὧν νῦν δὴ εἶπον ἔκδηλα καὶ φανερά; — Οὔ μοι δοκεῖ. — Δ. Ἀλλὰ δὴ καὶ λόγοι τινές εἰσιν, ὧν δεῖ τὸν φιλοσοφοῦντα ἀκούειν, καὶ μαθήματα, ἃ δεῖ μανθάνειν, καὶ δίαιτα, ἣν δεῖ διαιτᾶσθαι, καὶ καθόλου βίος ἄλλος μὲν τοῦ φιλοσοφοῦντος, ἄλλος δὲ τῶν πολλῶν ἀνθρώπων· ὁ μὲν πρὸς ἀλήθειαν καὶ φρόνησιν τείνων καὶ θεῶν ἐπιμέλειαν καὶ θεραπείαν τῆς αὑτοῦ ψυχῆς, μακρὰν ἀλαζονείας καὶ ἀπάτης καὶ τρυφῆς, εὐτέλειάν τε καὶ σωφροσύνην —
8
καὶ γὰρ στολὴ ἑτέρα μὲν τοῦ φιλοσοφοῦντος, ἑτέρα δὲ τῶν ἰδιωτῶν καὶ κατάκλισις καὶ γυμνάσια καὶ λουτρὰ καὶ ἡ ἄλλη δίαιτα, καὶ τὸν μὲν ἀκολουθοῦντα καὶ τὸν χρώμενον τούτοις δεῖ νομίζειν ὡς φιλοσοφίᾳ προσέχοντα τὸν νοῦν· τὸν δὲ ἐν μηδενὶ τούτων διαφέροντα μηδὲ ὅλως ἕτερον ὄντα τῶν πολλῶν οὐχ ἕνα ἐκείνων θετέον, κἂν μυριάκις εἴπῃ τε καὶ ἐπαγγείληται φιλοσοφεῖν ἐναντίον τοῦ δήμου τοῦ Ἀθηναίων ἢ Μεγαρέων ἢ παρὰ τοῖς Λακεδαιμονίων βασιλεῦσιν· ἀλλ’ ὠστέον τοῦτον τὸν ἄνθρωπον εἰς τοὺς ἀλαζόνας καὶ ἀνοήτους καὶ τρυφερούς.