6
τῷ συμφερόντως ποιεῖν ἢ μὴ ποιεῖν καὶ ὅτε δεῖ καὶ ὅπου καὶ τὸν καιρὸν γνῶναι τοῦ δημιουργοῦ μᾶλλον καὶ τὸ δυνατόν. αὐτίκα οὐ δοκεῖ μοι Δαίδαλος καλῶς εἰργάσθαι ἐν Κρήτῃ τὸν Λαβύρινθον, οὗ εἰσερχόμενοι ἀπώλλυντο οἱ πολῖται αὐτοῦ καὶ αἱ πολίτιδες· οὐ γὰρ δικαίως εἰργάσατο. συμπράττων δ’ αὖ τῇ νόσῳ τῆς Πασιφάης οὐκ ὀρθῶς εἰργάσατο· οὐ γὰρ συνέφερεν οὐδὲ ἦν δίκαιον οὐδὲ καλὸν τοιαῦτα συμπράττειν οὐδὲ μηχανὰς εὑρίσκειν ἐπὶ τὰ αἰσχρὰ καὶ ἀνόσια. οὐδὲ ὡς τὸν Ἴκαρον ἐπτέρωσεν, εἰ χρὴ πιστεύειν τῷ μύθῳ, καλῶς ἐξευρεῖν φημι τήνδε τήνδε τὴν μηχανήν· οὐ γὰρ δυνατὰ ἐμηχανᾶτο, πτέρυγας ἀνθρώπῳ προστιθείς.
7
οὐκοῦν διέφθειρε τὸν υἱόν. ἔοικε δὲ καὶ Ὅμηρος λοιδορεῖν τινα τέκτονα τῶν Τρώων, οὐ καλῶς ἐργασάμενον τὰς ναῦς τῷ Ἀλεξάνδρῳ, αἷς ἔπλευσεν εἰς τὴν Ἑλλάδα, οὐδὲν ἔχων αἰτιάσασθαι κατὰ τὴν τέχνην. φησὶ γάρ, ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας, ἀρχεκάκους, οὐκ ἐγκωμιάζων αὐτὸν ἐπὶ τῇ ποιήσει τῶν νεῶν, ἀλλὰ ψέγων πολὺ μᾶλλον ἢ εἰ λέγων αὐτὸν ποιῆσαι τὰς ναῦς ἢ βραδείας ἢ ἄλλο τι ἁμάρτημα ἐχούσας ᾐτιᾶτο περὶ τὴν ναυπηγίαν. ψέγει δὲ ὁμοίως καὶ κυνηγέτην τινὰ καὶ καταγελᾷ τῆς ἐμπειρίας, ὅτι εἰς οὐδὲν δέον ἐκέκτητο αὐτήν, ἀλλὰ τὰ μὲν θηρία ἠπίστατο βάλλειν, ἐν δὲ τῷ πολέμῳ οὐκ ἐτύγχανεν οὐδενός, ἀλλ’ ἀχρεῖος ἦν διὰ τὴν δειλίαν, καὶ οὔ φησιν αὐτῷ τότε βοηθῆσαι τὴν Ἄρτεμιν.
8
οὐκοῦν ἐκ τούτων δῆλον ὅτι δεῖ φρονήσεως καὶ ἀρετῆς καὶ πρὸς ἃ ἐπίστανται οἱ ἄνθρωποι καὶ πρὸς ἃ οὐκ ἐπίστανται· καὶ οὕτως ἂν ἅπαντα διαφέροι πάντων ὁ σώφρων, οἷον χρὴ εἶναι τὸν φιλόσοφον, καὶ ποιῶν τι τούτων καὶ μὴ ποιῶν, κἂν ὁπωσοῦν ποιῇ κατὰ τὴν τέχνην. ὡς δὲ τῶν ζωγράφων γράψει κρεῖττον οὐκ ὢν ζωγράφος, ἢ τῶν ἰατρῶν ἄμεινον θεραπεύσει κατὰ τὴν ἰατρικὴν οὐκ ὢν ἰατρός, ἢ τῶν μουσικῶν μουσικώτερον ᾅσεται οὐκ ὤν ἔμπειρος μουσικῆς ἢ μετρίως ἔμπειρος γεγονώς, ἢ τῶν ἀριθμητικῶν περὶ τοὺς ἀριθμοὺς ἢ τῶν γεωμετρῶν ἐμπειρότερος φανεῖται περὶ γεωμετρίαν ἢ περὶ φυτείαν τῶν γεωργῶν ἢ περὶ κυβερνητικὴν τῶν κυβερνητῶν, ἢ σφάξει θᾶττον τῶν μαγείρων ἢ διελεῖ δέον διελεῖν τῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων, οὐ χρὴ διανοεῖσθαι.