7
τοὺς μέντοι φιλοσόφους ὑπονοοῦσιν, ὡς καταφρονοῦντας αὐτῶν καὶ καταγιγνώσκοντας πολλὴν ἀμαθίαν καὶ δυστυχίαν, καὶ ὅτι φανερῶς μὲν οὐ καταγελῶσιν, ἰδίᾳ δὲ παρ’ αὑτοῖς οὕτως ἔχουσιν, ὡς πάντας ἀθλίους ὄντας τοὺς ἀπαιδεύτους, ἀρξαμένους ἀπὸ τῶν πλουσίων δὴ καὶ μακαρίων δοκούντων, οὓς αὐτοὶ ζηλοῦσι καὶ σμικρὸν διαφέρειν οἴονται τῶν θεῶν εὐδαιμονίας ἕνεκεν· καὶ ὅτι ἀτιμάζουσι καὶ διαγελῶσι τοὺς πολυτελῶς ἐσθίοντάς τε καὶ πίνοντας καὶ καθεύδειν μαλακῶς βουλομένους καὶ μετὰ γυναικῶν ἑκάστοτε ὡραίων καὶ παίδων ἀναπαύεσθαι καὶ πολλὰ χρήματα ἔχειν καὶ θαυμάζεσθαι ὑπὸ τοῦ πολλοῦ ὄχλου καὶ περιβλέπεσθαι· ὧν οὐδὲν ἡγοῦνται μεῖζον οὐδὲ κάλλιον.
8
διὰ δὴ ταύτην τὴν ὑποψίαν δυσχεραίνουσι τοὺς μὴ ταὐτὰ σφίσι θαυμάζοντας μηδὲ τιμῶντας μηδὲ τὴν αὐτὴν περὶ τῶν μεγίστων ἔχοντας διάνοιαν. οὐκοῦν προκαταλαμβάνουσιν αὐτοὶ λοιδοροῦντες καὶ τωθάζοντες, ὡς ἀθλίους καὶ ἀνοήτους, εἰδότες ὅτι εἰ μὲν τούτους ἀποφανοῦσιν ἄφρονας καὶ μαινομένους, ἅμα καὶ αὑτοὺς ἀποδείξουσι σωφρονοῦντας καὶ νοῦν ἔχοντας· εἰ δὲ παραχωρήσουσιν, ὡς τούτων ἃ χρὴ γιγνωσκόντων καὶ πολλοῦ ἀξίων, ἅμα καὶ αὑτοὺς ὁμολογήσουσι δυστυχεῖς καὶ ἀναισθήτους καὶ οὐδὲν εἰδότας ἁπλῶς ὧν προσήκει ἀνθρώπους ἐλευθέρους εἰδέναι.
9
ἔτι δὲ ἐὰν μέν τινα ἴδωσιν ὡς ναύτην ἐσταλμένον, ἴσασι τοῦτον πλευσούμενον, κἂν ὡς γεωργὸν ἕτερον, γεωργήσοντα· τόν γε μὴν ποιμένος ἔχοντα στολὴν ἴσασι καὶ τοῦτον ὅτι ἄπεισιν ἐπὶ τὰ πρόβατα καὶ περὶ ἐκεῖνα διατρίψει, ὥστε ὑπ’ οὐδενὸς λυπούμενοι τούτων ἐῶσιν αὐτούς· ὅταν δέ τινα ἴδωσι τὸ σχῆμα ἔχοντα τὸ τοῦ φιλοσόφου, λογίζονται ὅτι οὗτος οὔτε πρὸς τὸ πλεῖν ἐστιν οὔτε πρὸς γεωργίαν οὔτε προβάτων ἕνεκεν οὕτως ἔσταλται, ἀλλ’ ἐπ’ ἀνθρώπους παρεσκεύασται, ὡς νουθετήσων τε καὶ ἐξελέγξων καὶ οὐδέν τι θωπεύσων οὐδένα αὐτῶν οὐδὲ φεισόμενος οὐδενός, τοὐναντίον δὲ κολάσων ὡς ἂν δύνηται αὐτοὺς μάλιστα τῷ λόγῳ καὶ ἐπιδείξων οἷοί εἰσιν.