6
Μιλτιάδης δὲ ὁ πρῶτος νικήσας τοὺς βαρβάρους μετὰ μόνων τῶν πολιτῶν καὶ τὸ Περσῶν φρόνημα καθελών, ὃ πρότερον εἶχον ὡς ἁπάντων ἀνθρώπων κρείττους ὄντες, οὗτος μετ’ οὐ πολὺν χρόνον εἰς τὸ δεσμωτήριον ὑπ’ αὐτῶν ἐνέπεσε, καὶ προσέτι ὁ υἱὸς αὐτοῦ Κίμων ἄτιμος ἦν ἂν τὸν ἅπαντα χρόνον, εἰ μὴ τὴν ἀδελφὴν Ἐλπινίκην ἐξέδωκεν ἀνδρὶ ταπεινῷ καὶ χρήματα ἔχοντι, ὃς ὑπὲρ αὐτοῦ τὴν ζημίαν κατέβαλε τὰ πεντήκοντα τάλαντα. καίτοι Κίμων ὕστερον Ἀθηναίοις Κύπρον ἐκτήσατο καὶ πεζῇ ἅμα καὶ ναυσὶν ἐνίκησε τοὺς βαρβάρους περὶ Παμφυλίαν· ἀλλ’ ὅμως τὸν τοιοῦτον αὐτὸν ὄντα καὶ τοιούτου πατρός,
7
εἰ μὴ χρημάτων εὐπόρησεν, ἄτιμον ἂν εἴων ἐν τῇ πόλει. Φωκίωνα δὲ ὕστερον τὸν ὑπὲρ ὀγδοήκοντα ἔτη βιώσαντα, τούτων δὲ τὰ πλείω στρατηγήσαντα καὶ τὴν πόλιν διαφυλάξαντα ἐν τοῖς χαλεπωτάτοις καιροῖς καὶ χρηστὸν ὑπ’ αὐτῶν ἐκείνων ὀνομασθέντα, τοῦτον οὐκ ἤρκεσεν αὐτοῖς ἀποκτεῖναι μόνον, ἀλλ’ οὐδὲ νεκρὸν εἴασαν ἐν τῇ Ἀττικῇ, ἀλλ’ ὑπὲρ τοὺς ὅρους ἐξέβαλον. Νικίας δὲ ὁ Νικηράτου διὰ τὸ πιστεύεσθαι ὑπὸ τῶν πολιτῶν, ἐπιστάμενος τὴν ἐν Σικελίᾳ στρατείαν οἵα ἔσοιτο καὶ ἀπὸ τοῦ θεοῦ καὶ τῷ λογίζεσθαι, ὅμως ἠναγκάσθη στρατεύσασθαι νοσῶν διὰ τὴν πίστιν ταύτην. καὶ εἰ μὲν ἀποβαλὼν τὴν στρατιὰν ἢ μέρος αὐτῆς αὐτὸς γοῦν ἐσώθη, δῆλον ὅτι οἴκοι ἀφικόμενος ἀπολώλει ἂν. ἐπεὶ δὲ τοῦτο εἰδὼς προσελιπάρει πάντα τρόπον, ληφθεὶς ὑπὸ τῶν πολεμίων τοῦτο ἔπαθεν.
8
καὶ ταῦτα ἐμοὶ περὶ μιᾶς πόλεως εἴρηται καὶ τῶν ἐν μιᾷ πόλει πολιτευομένων, οὐδὲ τούτων ἁπάντων. τοὺς δὲ παρὰ τοῖς τυράννοις δοκοῦντας πιστοὺς εἰ ἐπεξίοιμι οἵων δὴ τετυχήκασι, πολλῶν ἂν ἴσως μοι δεήσαι πάνυ ἡμερῶν. σχεδὸν γὰρ τό γε σωθῆναι ἐκείνους ἀδύνατόν ἐστιν. οἱ μὲν γὰρ ἂν παράσχωσι καθ’ αὑτῶν αἰτίαν, ὡς ἀδικήσαντες, διὰ τοῦτο ἀπόλλυνται καὶ οὐκ ἔστιν οὐδεμιᾶς συγγνώμης τυχεῖν· οἳ δ’ ἂν ἄνδρες ἀγαθοὶ φανῶσι καὶ διαφυλάττειν δυνάμενοι τὰ πιστευθέντα, παραχρῆμα μὲν τιμῆς τινος ἔτυχον, μετ’ οὐ πολὺ δὲ ἀπόλλυνται φθονούμενοι καὶ ὑποπτευόμενοι.