5
ὁ γοῦν ἐραστὴς τὸν ἐρώμενον ἀποσφάττει διὰ τὸ λίαν φιλεῖν, ὡς οἴεται, παροξυνθεὶς ἐκ τῆς τυχούσης αἰτίας. ἕτεροι δ’ ἑαυτοὺς ἀποκτιννύασιν, οἱ μὲν ἄκοντες δι’ ἀκρασίαν, οἱ δὲ ἑκόντες, μηδενὸς ὄντος αὐτοῖς ἀτόπου κατὰ τὸν βίον ἢ τῆς ἐν αὐτοῖς μοχθηρίας. τὰς μὲν γὰρ ἄλλας βλάβας τὰς εἰς ἑαυτὸν ἑκάστου δῆλον ὡς οὐκ ἐπεξελθεῖν ἔστιν. ποία δὴ πίστις πρὸς τοὺς τοιούτους ἢ τίς ἀσφάλεια; ἢ πῶς ἂν ἐμὲ ἀγαπήσειεν ὁ μηδ’ αὑτὸν ἀγαπῶν; τὸ γὰρ πρὸς τοὺς Ἀθηναίους ῥηθέν, ὅτε ἐν ἐσχάτοις ὄντες ἠξίουν τι περὶ Σάμου, καλῶς ἂν οἶμαι λεχθείη πρὸς τοὺς φιλίαν ὑπερχομένους τῶν φαύλων· ὃς αὐτὸς αὑτὸν οὐ φιλεῖ, πῶς ἄλλον φιλεῖ, ἢ ξένον ἢ τέκνον ἢ ἀδελφόν;
6
τί οὖν, ὅταν τις φιλοφρονῆται καὶ καθ’ ἱερῶν ὀμνύῃ καὶ μόνον οὐ κατατέμνειν αὑτὸν ᾖ πρόθυμος; ἀκούειν μὲν ἤδη τούτων ἐξ ἀνάγκης καὶ νὴ Δία ἴσως κατανεύειν· εἰδέναι μέντοι σαφῶς ὅτι μηδὲν αὐτῶν ἐστιν ἰσχυρόν. Ἠλέκτρα τὸν Ὀρέστην δακρύοντα ὁρῶσα καὶ προσαγόμενον αὐτήν, τότε μὲν ᾤετο ἄνεσίν τινα αὐτῷ γεγονέναι, τοῦ μέντοι παντάπασι πιστεύειν πολὺ ἀπεῖχεν. ὁρῶσα γοῦν μετ’ ὀλίγον παρακινοῦντά φησιν, οἴμοι, κασίγνητ̓, ὄμμα σὸν ταράσσεται, ταχὺς δὲ μετέθου.
7
τὴν θάλασσαν οὕτως ἠρεμοῦσαν πολλάκις ἰδεῖν ἔστιν, ὥστ’ οἶμαι καὶ τὸν δειλότατον καταφρονῆσαι. τί οὖν; διὰ τοῦτο πιστεύειν δεῖ καὶ μήτε ἀγκύρας ἔχοντα μήτε πηδάλιον μήτε τἄλλα τὰ πρὸς τὴν σωτηρίαν ἀνάγεσθαί ποτε; ὄψει γάρ, ἂν οὕτω τύχῃ, μετ’ ὀλίγον κατερείσαντος ἀνέμου κλύδωνα ἰσχυρὸν καὶ κύματα τροφόεντα, πελώρια ἶσα ὄρεσσι, κυρτὰ φαληριόωντα· καὶ τὸν νῦν σοι φαινόμενον πρᾷον καὶ πολλὴν ἐνδεικνύμενον εὔνοιαν καὶ σπουδὴν τῆς τυχούσης αἰτίας καταλαβούσης ἄγριον εὑρήσεις καὶ χαλεπὸν καὶ πᾶν ὁτιοῦν κακὸν ἕτοιμον ἐργάσασθαι.