8
πόσα δοκεῖς τὴν Μήδειαν εὔξασθαι τοῖς θεοῖς ὑπὲρ τῶν τέκνων ἢ ποσάκις ἀγωνιᾶσαι νοσούντων ἢ ποσάκις ἀντ’ ἐκείνων αὐτὴν ἂν ἑλέσθαι τελευτᾶν; ἀλλ’ ὅμως αὐτόχειρ αὐτῶν ἐγένετο. νὴ Δία, ἐρεῖ τις, ὀργιζομένη καὶ ζηλοτυποῦσα. τοὺς πολλοὺς δὲ οὐκ ἂν οἴει καὶ ζηλοτυπῆσαι; τί δέ; φθονῆσαι; τί δέ; ἐλπίσαι; σχεδὸν γὰρ αἰεὶ καὶ συνεχῶς ἐν τούτοις εἰσίν. μὴ τοίνυν πίστευε τοῖς εὐνοεῖν φάσκουσι καὶ μηδέποτε ἂν ἐγκαταλιπεῖν τὴν πρὸς σὲ φιλίαν. ὥσπερ γὰρ αἱ τὸν ἄνεμον σημαίνουσαι ταινίαι κατὰ τὴν στάσιν αἰεὶ τοῦ πνεύματος αἰωροῦνται, νυνὶ μὲν οὕτως, πάλιν δὲ ἐπὶ θάτερα, τὸν αὐτὸν τρόπον ἡ τῶν φαύλων διάνοια πρὸς πᾶσαν φορὰν οὕτως ἔχει.
9
τοῖς δούλοις οὐδεὶς πιστεύει συντιθεμένοις διὰ τὸ μὴ κυρίους ἑαυτῶν εἶναι· πολὺ μᾶλλον οὐ χρὴ προσέχειν ταῖς τῶν τοιούτων ὁμολογίαις. τῷ παντὶ γὰρ πλεῖον ἀπέχουσι τῆς ἐλευθερίας διὰ τὴν κακίαν οἱ ἄνθρωποι. τοῖς νεωτέροις τοσούτων ἐτῶν νόμος οὐκ ἐᾷ συμβάλλειν ὡς ἀπίστοις οὖσιν, οὐδὲ γυναικὶ παρ’ Ἀθηναίοις συναλλάσσειν πλὴν ἄχρι μεδίμνου κριθῶν, διὰ τὸ τῆς γνώμης ἀσθενές. τῶν μέντοι πάνυ νέων οὐθὲν διαφέρουσιν οἱ φαῦλοι, μᾶλλον δὲ οὐδὲ τῶν παιδαρίων, πλὴν τῷ δύνασθαι καὶ τῇ πανουργίᾳ· διὸ μᾶλλον αὐτοῖς άπιστεῖν ἐκείνων προσήκει.
10
μακάριον γὰρ ἂν ἦν, εἰ καθάπερ παῖδα καὶ μειράκιον καὶ νεανίσκον καὶ πρεσβύτην χρόνος ποιεῖ, καὶ φρόνιμον οὕτως ἐποίει καὶ δίκαιον καὶ πιστόν. καὶ μὴν τῶν γυναικῶν τῶν φαύλων οὐδέν εἰσι βελτίους οἱ ἄνδρες οἱ μοχθηροί. κατὰ γὰρ τὸ σῶμα διαφέρουσιν, οὐ κατὰ τὴν διάνοιαν. καθάπερ οὖν οὐδὲν ἐκείνας ἐᾷ προσίεσθαι τῶν πλείονος ἀξίων ὁ νόμος, ἀλλ’ ὥρισται μέχρι τίνος προσήκει· τὸν αὐτὸν οἶμαι τρόπον καὶ τοῖς πολλοῖς μέχρι τῶν ἐλαχίστων κοινωνητέον· πράξεων δὲ μειζόνων ἢ λόγων ἀναγκαίων ἢ τῆς ἀσφαλείας τῆς περὶ τὸν βίον οὐδέποτε.