11
καὶ γὰρ εἴ ποτε ἀπέχονται τοῦ κακῶς ποιεῖν δι’ ἣν δήποτ’ αἰτίαν, ὥσπερ τὰ θηρία πολλάκις ἠρεμεῖ κοιμώμενα ἢ ἐμπεπλησμένα, τὴν μέντοι φύσιν οὐκ ἀποβέβληκε τὴν αὑτῶν, παραπλησίως δὴ κἀκεῖνοι χρόνον τινὰ οὐκ ἔβλαψαν, ἔπειτα συμβάσης προφάσεως καὶ τὸν τόκον, φασί, καὶ τὸ κεφάλαιον τῆς πονηρίας ἐκτίνουσιν. ὁ Λάκων, ἐν ὁμιλίαις τινῶν συντιθεμένων αὐτῷ καὶ ἀξιούντων παρ’ αὐτῶν λαμβάνειν ἣν ἂν προαιρῆται πίστιν ὑπὲρ τῆς φιλίας, μίαν ἔφη πίστιν εἶναι τὸ ἐὰν θέλωσιν ἀδικῆσαι μὴ δύνασθαι, τὰς δὲ λοιπὰς πάσας εὐήθεις καὶ τελέως ἀσθενεῖς.
12
ταύτην μόνην παρὰ τῶν πολλῶν τὴν πίστιν δεῖ λαμβάνειν, ἑτέραν δὲ οὐδεμίαν. ἡ γὰρ ἐκ τῶν λόγων καὶ τῆς συνηθείας καὶ τῶν ὅρκων καὶ τοῦ γένους καταγέλαστος. ὁ Ἀτρεὺς ἀδελφὸς ἦν τοῦ Θυέστου καὶ τῶν παιδαρίων, ἃ κατέκοψεν, θεῖος· ὁ Ἐτεοκλῆς καὶ ὁ Πολυνείκης οὐ μόνον ἀδελφοὶ κατὰ τὸν νόμον, ἀλλὰ καὶ ἐξ υἱοῦ καὶ μητρὸς γεγονότες τῶν ξυγγενεστάτων· ὥστ̓, εἴπερ ὠφέλει τι τὸ γένος, οὗτοι μάλιστα ἁπάντων ἀλλήλους μᾶλλον ὤφειλον ἀγαπᾶν· ἀλλ’ ὁ πιστευθεὶς πρῶτον τὸν πιστεύσαντα ἐξέβαλε καὶ τῆς πατρίδος ἀπεστέρει καὶ μετὰ ταῦτα ἀλλήλους ἀπέκτειναν.
13
ὁ Θησεὺς τὸν Ἱππόλυτον, πατὴρ ὢν καὶ Ποσειδῶνος υἱός, διαβολαῖς πεισθεὶς ἀπέκτεινε καταρασάμενος. ὁ Πρίαμος πρότερον εὐδαιμονίᾳ διαφέρων καὶ τοσούτων ἐθνῶν καὶ τηλικούτου τόπου βασιλεύων, ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων διὰ τὸν υἱὸν καὶ τὴν ἀκρασίαν τὴν ἐκείνου πάντων ἀθλιώτατος ἐγένετο. καὶ οὗτοι μὲν ἐπίσημοι. πόσον δὲ οἴει πλῆθος ἐν ἑκάστῃ πόλει τῶν ἀφανῶν καὶ δημοτικῶν Ἀτρέων καὶ Θυεστῶν, τῶν μὲν καὶ ἀποκτιννύντων κρύφα, τῶν δὲ εἰς ἄλλα ἐπιβουλευόντων;