24
τοιγαροῦν, ὅταν χειμὼν καταλάβῃ, τῶν μὲν ἀπείρων ἕκαστος ἐπιθυμεῖ τῆς γῆς, ὁ δὲ κυβερνήτης ὡς πορρωτάτω φεύγει. καίτοι λιμένας μὲν εὕροι τις ἂν ἀκλύστους, οἷς ἔνεστι πιστεύσαντας ἀσφαλῶς ὁρμεῖν, ἡλίκον ἄν ποτε ἀρθῇ τὸ πνεῦμα· τῶν δὲ ἀνθρώπων οἱ μετριώτατοι τοῖς θερινοῖς ὅρμοις ἐοίκασιν, οἵτινες πρὸς τὸ παρὸν σκέπουσι· κἀκείνων γὰρ ἕκαστος πρὸς ἕν τι τῶν κατὰ τὸν βίον ἐπιεικής, οὐ μέντοι καὶ πρὸς τἄλλα ὑπάρχει. χρημάτων μὲν γὰρ ἕνεκεν οὐδέν σε ἀδικήσειεν ἄν· ἔστω γὰρ εἶναί τινα τοιοῦτον· ἀλλὰ τάχ’ ἂν ὀργῆς ἢ φιλοτιμίας καταλαβούσης οὐκ ἂν ἐπιγνοίης αὐτὸν ἀσάλευτον καὶ πιστόν· ἄλλος ὑπὸ μηδενὸς πάθους κινούμενον, ἐφ’ ᾧ τις ἂν πιστεῦσαι βεβαίως δύναιτο.
25
οὐκοῦν τοῖς γε τοιούτοις ὅσον ὑπὸ ἀνάγκης καὶ τελέως ὀλίγον δεῖ χρῆσθαι, τὸ πλέον αὐτὸν ἐγρηγορότα καὶ φυλάττοντα, ὡς τοὺς Ἀχαιοὺς τὸν Ἕκτορά φησιν ὁ ποιητής· ὁ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων ὁμοίως ἐν τῷ βίῳ δεῖ τὴν φρόνησιν καὶ τὴν ἐπιστήμην προβεβλημένους καὶ καλυφθέντας αὐτῇ φεύγειν καὶ φυλάττεσθαι τὴν τῶν ἀνθρώπων κακίαν καὶ τὰς τέχνας καὶ τὰς ἐπιβουλάς, αἷς >εἰώθασι χρῆσθαι.
26
καθόλου δὲ θαυμαστόν, εἰ τὸ μὲν φαγεῖν ἀπὸ τῆς αὐτῆς τραπέζης ἐμποδὼν ἔσται τῇ πονηρίᾳ καὶ νὴ Δία τὸ πιεῖν ἀπὸ τοῦ αὐτοῦ κρατῆρος καὶ τὸν αὐτὸν λύχνον ὁρᾶν· τὸ δὲ τὸν ἥλιον βλέπειν τὸν αὐτὸν καὶ ἀπὸ τῆς αὐτῆς τρέφεσθαι γῆς οὐδεὶς ὑπολογίζεται τῶν πονηρῶν· ἀλλὰ τὸ μὲν πανδοκεῖον ἢ νὴ Δία οἶκος ἕτερος ἐκ λίθων καὶ ξύλων ᾠκοδομημένος συγκίρνησιν ἀνθρώπους καὶ δύναται συνάγειν εἰς φιλίαν, ὥσπερ Ὀδυσσεὺς ἀξιοῖ· αἰδεῖσθαι δὲ μέλαθρον· ὑπωρόφιοι δέ τοί εἰμεν. οὕτως ἡγεῖται τὴν σκηνὴν ἀξιωτέραν αἰδοῦς, καὶ ταῦτα ἐκ ξύλων τῶν ἐν τῇ πολεμίᾳ γεγονυῖαν, ἤπερ αὐτούς. ὁ δὲ σύμπας οὐρανός, ὑφ’ ᾧ πάντες ἐσμὲν ἀρχῆθεν, οὐδὲν ὠφελεῖ πρὸς ὁμόνοιαν οὐδὲ ἡ τῶν ὅλων κοινωνία θείων οὖσα καὶ μεγάλων, ἀλλὰ τοὐναντίον ἡ τῶν μικρῶν καὶ οὐδενὸς ἀξίων.