6
τοσαύτης δὲ δικαιοσύνης καὶ φιλανθρωπίας μεστός ἐστιν, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόντων καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῶν ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γοῦν ὑπὸ τῶν φιλτάτων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσιν. ἔτι δὲ καὶ μηδὲν ὑπὸ μηδενὸς εὖ πεπονθὼς ὁ νόμος πᾶσιν ὧν ἂν εὐεργετήσωσιν ἑτέρους ἐκτίνει τὰς χάριτας, καὶ γονεῦσι παρὰ παίδων τὰς ὁμοίας κομιζόμενος καὶ τοῖς ἰδίᾳ τινῶν εὐεργέταις παρὰ τῶν εὖ παθόντων καὶ τοῖς κοινῇ φιλοτιμουμένοις παρὰ τῆς πόλεως.
7
κάλλιστα δὲ τὰ ἆθλα τῶν εὐεργεσιῶν πεποίηκε, στεφάνους καὶ κηρύγματα καὶ προεδρίας ἐξευρών· ἃ τοῖς μὲν παρέχουσιν οὐδεμίαν φέρει δαπάνην, τοῖς δὲ τυγχάνουσι τοῦ παντὸς ἄξια καθέστηκεν. ὅ,τι δ’ ἂν ἐθέλῃ τῶν εὐτελεστάτων, εὐθὺς τοῦτο μέγα καὶ τίμιον ἐποίησεν. οὗτός ἐστιν ὁ τὸν κότινον οὕτως μέγα καὶ τηλικαύτης ἄξιον σπουδῆς ἀποδείξας καὶ τὰ σέλινα καὶ τὴν πίτυν καὶ τὸν τοῦ θαλλοῦ στέφανον· οὗτος ὁ τὰ τρία ῥήματα, οἷς ἕκαστος κηρύττεται τῶν ἀγαθῶν, πολλοῖς ἀποφήνας τοῦ ζῆν τιμιώτερα.
8
οὗτός ἐστιν ὁ τὰς πανηγύρεις συνάγων, ὁ τοὺς θεοὺς τιμῶν, ὁ τὴν ἀρετὴν αὔξων· οὗτος ὁ τὴν θάλατταν καθαίρων, ὁ τὴν γῆν ἥμερον ποιῶν, ὁ τοῦ Διὸς θετὸς υἱός, ὁ τὴν ἀήττητον καὶ ἀνυπέρβλητον ἰσχὺν ἔχων· τοσοῦτον ἁπάντων σωφροσύνῃ καὶ πίστει διαφέρων, ὥστε καὶ γυναικῶν κοινωνίαν καὶ παρθένων ὥραν καὶ παίδων ἀκμὴν τούτῳ πάντες πεπιστεύκαμεν. ἔτι δὲ καὶ παρθένου τῆς Δίκης οὔσης μόνος αὐτῇ διὰ σωφροσύνην σύνεστιν.
9
οὗτος ἐπίκουρος γήρως, διδάσκαλος νεότητος, πενίας συνεργός, φύλαξ πλούτου, τῇ μὲν εἰρήνῃ σύμμαχος, τῷ δὲ πολέμῳ ἐναντίος. οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πλεῖστον ἰσχύει. τὸν γοῦν παρὰ τῶν ἐχθίστων κήρυκα πεμπόμενον οὗτός ἐστιν ὁ σῴζων καὶ διαφυλάττων, παντὸς θώρακος καὶ πάσης ἀσπίδος ἰσχυρότερον αὐτῷ δοὺς ὅπλον τὸ κηρύκειον· ἔστι δὲ τοῦ νόμου σύμβολον. διὰ τοῦτον τοὺς ἀποθανόντας οὐδεὶς ἔτι κρίνει πολεμίους οὐδὲ τὴν ἔχθραν καὶ τὴν ὕβριν εἰς τὰ σώματα αὐτῶν ἐπιδείκνυνται.