4
κἀκείνων μέν εἰσιν οὐ σαφῶς ἔνιοι γεγραμμένοι καὶ διαστρέφονται πολλάκις ὑπὸ τῆς τῶν ῥητόρων δυνάμεως· τῶν δὲ ἐθῶν οὐδὲν ἀμφίβολον οὐδὲ σκολιόν, οὐδ’ ἂν περιγένοιτ̓ αὐτῶν λόγος. κἀκείνων μὲν ἀεὶ δεῖ μνημονεύειν, εἰ μέλλοιμεν αὐτοῖς ἐμμένειν· τοῦ δὲ ἔθους οὐκ ἔστιν οὐδὲ βουλομένους ἐπιλαθέσθαι· τοιαύτην γὰρ ἔχει φύσιν ὥστε ἀεὶ ὑπομιμνήσκειν αὑτοῦ. καθόλου δὲ τοὺς μὲν νόμους φαίη τις ἂν ποιεῖν δούλων πολιτείαν, τὰ δὲ ἔθη τοὐναντίον ἐλευθέρων. ἐκεῖνοι μὲν γὰρ ποιοῦσιν εἰς τὰ σώματα κολάσεις· παραβαινομένου δὲ ἔθους τὴν ζημίαν εἶναι συμβέβηκεν αἰσχύνην. ὥστε ἐκεῖνος μὲν φαύλων, οὗτος δὲ ἀγαθῶν ἐστι νόμος. εἰ γὰρ ἅπαντες ἦσαν ἀγαθοί, δῆλον ὅτι τῶν ἐγγράφων ἡμῖν οὐδὲν ἂν ἔδει νόμων. ἔτι δὲ τῶν μὲν νόμων εἰσὶν οἱ βασιλεῖς ἐπάνω καὶ πολλὰ πράττουσι παρ’ αὐτούς, τοῖς δὲ ἔθεσι κἀκεῖνοι κατακολουθοῦσιν.
5
καὶ τῶν μὲν ἐγγράφων οὐδὲν ἐν τοῖς πολέμοις ἰσχύει, τὰ δὲ ἔθη φυλάττεται παρὰ πᾶσι, κἄν εἰς ἐσχάτην ἔχθραν προέλθωσιν. τὸ γοῦν μὴ κωλύειν τοὺς νεκροὺς θάπτειν οὐδαμῇ γέγραπται· πῶς γὰρ ἂν ὑπήκουον οἱ κρατοῦντες τοῖς τῶν ἡττωμένων ἐπιτάγμασιν; ἀλλ’ ἔθος ἐστὶ τὸ ποιοῦν τῆς φιλανθρωπίας ταύτης τοὺς κατοιχομένους τυγχάνειν. ὁμοίως τὸ τῶν κηρύκων ἀπέχεσθαι καὶ μόνοις τούτοις πολλὴν ἀσφάλειαν εἶναι βαδίζουσιν. τῶν μὲν οὖν νόμον παραβαινόντων οὐδεὶς ἂν ἐπιδείξειεν οὐδένα οἶμαι φανερῶς ὑπὸ τῶν θεῶν κεκολασμένον· Λακεδαιμόνιοι δ’ ἐπεὶ παρέβησαν τὸ κηρύκων ἔθος, τοὺς παρὰ βασιλέως ἐλθόντας ἀνελόντες, ἐκολάσθησαν ὑπ’ αὐτοῦ τοῦ δαιμονίου.
(60, 61)ΠΕΡΙ ΦΘΟΝΟΥ.
1
Δ. Ἆρα διὰ ταῦτα καὶ τὰ τοιαῦτα ἐνομίσθη σοφὸς ἐν τοῖς Ἕλλησιν Ἡσίοδος καὶ οὐδαμῶς ἀνάξιος ἐκείνης τῆς δόξης, ὡς οὐκ ἀνθρωπίνῃ τέχνῃ τὰ ποιήματα ποιῶν τε καὶ ᾅδων, ἀλλὰ ταῖς Μούσαις ἐντυχὼν καὶ μαθητὴς αὐτῶν ἐκείνων γενόμενος; ὅθεν ἐξ ἀνάγκης ὅ,τι ἐπῄει αὐτῷ πάντα μουσικά τε καὶ σοφὰ ἐφθέγγετο καὶ οὐδὲν μάταιον, ὧν δῆλον ὅτι καὶ τοῦτο τὸ ἔπος ἐστίν. — Τὸ ποῖον; Δ. καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων.