2
— Πολλὰ μὲν καὶ ἄλλα φανήσεται τῶν Ἡσιόδου πεποιημένα καλῶς περί τε ἀνθρώπων καὶ θεῶν σχεδόν τι καὶ περὶ μειζόνων πραγμάτων ἢ ὁποῖα τὰ λεχθέντα νῦν· ἀτὰρ οὖν καὶ ταῦτα ἀπεφήνατο μάλ’ ἀληθῶς τε καὶ ἐμπείρως τῆς ἀνθρωπίνης φύσεως. — Δ. Βούλει οὖν ἐπιμελέστερον σκοπῶμεν αὐτά; — Καὶ πῶς ἡμᾶς ἀνέξονται τοσοῦτος ὄχλος περὶ τοιούτων διαλεγομένους; — Δ. Τί δέ; οὐ σοφὰ καὶ περὶ σοφῶν ἥκουσιν ἀκουσόμενοι; — Φαῖεν ἄν, ὥς μοι δοκοῦσιν. — Δ. Ἀλλὰ μὴ τὸν Ἡσίοδον φαῦλον ἡγοῦνται καὶ ὀλίγου ἄξιον; — Οὐδαμῶς. — Δ. Ἀλλὰ περὶ φθόνου καὶ ζηλοτυπίας καὶ τίνες εἰσὶν οἱ πρὸς ἀλλήλους οὕτως ἔχοντες καὶ ἐπὶ τίσιν οὐ χρήσιμον αὐτοῖς ἀκροᾶσθαι; — Πάντων μὲν οὖν χρησιμώτατον. —
3
Δ. Οὐκοῦν χρὴ ἤδη καὶ ἀποπειρᾶσθαι τῶν ἀνδρῶν. φέρε δή, δι’ ἄλλο τί φησι τούτους Ἡσίοδος εἶναι φθονεροὺς καὶ δυσκόλως ἀλλήλοις ἔχειν ἢ διότι ἧττον ἂν ἐργάζοιτο τῆς αὐτοῦ τέχνης ἐκ τοῦ πράγματος ἕκαστος, ὅτου ἂν τύχῃ πράττων, πολλῶν ὄντων ὁμοίων; — Διὰ τί γὰρ ἄλλο; — Δ. Πότερον οὖν κεραμεῖ μὲν λυσιτελεῖ μηδένα ἄλλον εἶναι κεραμέα ἐν τῇ αὐτῇ πόλει τε καὶ κώμῃ, μαγείρῳ δὲ τοῦτο οὐ λυσιτελές, ὅπως ἐξῇ αὐτῷ ἀποδίδοσθαι ὁποἶ ἂν ἔχῃ τὰ κρέα τοῖς δεομένοις, ἂν καὶ πάνυ λεπτὸν ἱερεῖον ἢ πρεσβύτερον τύχῃ πριάμενος; —
4
Δῆλον ὅτι καὶ μαγείρῳ. — Δ. Τί δέ; βαφεῖ τὴν βαφικὴν ἐργάζεσθαι τέχνην οὐ μόνῳ αὐτῷ ἄμεινον ἢ μεθ’ ἑτέρων ἀντιτέχνων, ἵνα ὁποιαοῦν ἀποδιδῶται τὰ βάμματα ταῖς γυναιξίν; ἀγαπήσουσι γὰρ ὠνούμεναι κἂν ὀλίγῳ βελτίω ἢ ὁποῖα εἰώθασιν αὐταὶ βάπτειν ἐν τοῖς ἀγροῖς ὡς ἔτυχε, καὶ οὐ ζητήσουσι δευσοποιὰ καὶ ἁλουργῆ. — Πῶς γὰρ ζητήσουσι; — Δ. Φέρε, πορνοβοσκῷ δὲ οὐ κερδαλεώτερόν τε καὶ ἄμεινον πρὸς τὴν ἐμπολὴν μόνον ἔχειν τοῦτο τὸ ὄνειδος καὶ μόνον αὐτὸν ἀκούειν κακῶς ἢ σὺν ἑτέροις, ὁμοίως μὲν ἐν πόλει τρέφοντα καὶ ἀσκοῦντα τοιοῦτον θρέμμα, ὁμοίως δὲ εἰς Πυλαίαν καὶ τὰς ἄλλας πανηγύρεις πορευόμενον καὶ περιάγοντα; — Καὶ πάνυ μοι δοκεῖ πορνοβοσκὸς εὔξασθαι ἂν ἀνδρῶν ὁμοτέχνων πολλὴν ἐρημίαν. —