5
Δ. Ἆρ’ οὖν καὶ περὶ πάντων ἁπλῶς οὕτως ὑπελάμβανε τῶν τὰς αὐτὰς ἐργασίας ἐργαζομένων, ὡς βλαβεροὺς ὄντας ἀλλήλοις καὶ ἐμποδὼν πρὸς τὸν βίον; — Περὶ πάντων, ὡς τὸ εἰκός. — Δ. Ἀλλ’ οὐκ ἔπρεπεν οἶμαι καθ’ ἕκαστον ἐπεξιέναι. καὶ γὰρ ἐπ’ ἄλλοις ἔθος ἐστὶν αὐτῷ περὶ ὅλου τοῦ πράγματος φράζειν ἐφ’ ἑνὸς ἢ δυοῖν· οἷον ὅταν φῇ μηδ’ ἂν βοῦν ἀπολέσθαι τινὶ ἄνευ τῆς τοῦ γείτονος πονηρίας, οὐ δήπου φησὶν ὅτι βοῦν μὲν ἀπολέσαι ἂν γείτων πονηρὸς ἢ ἄλλῳ συγγνοίη, πρόβατον δὲ οὔκ, ἂν ἀπόλοιτο, ἐὰν δύνηται λαθεῖν, οὐδὲ αἶγα τῶν καλῶν, τῶν πολὺ ἀμελγομένων καὶ διδυμοτοκουσῶν· ἀλλὰ δῆλον ὅτι ὡς πρὸς συνιέντας λέγει τοὺς ἐντυγχάνοντας τοῖς ποιήμασιν.
6
οὐκοῦν περὶ πάντων αὐτὸν ἑνὶ λόγῳ φῶμεν ἐν βραχεῖ λέγειν οὕτως τῶν ὁμοτέχνων, ὡς οὔτε φιλούντων αὑτοὺς οὔτε λυσιτελούντων ἀλλήλοις; — Πάνυ μὲν οὖν. — Δ. Φέρε δὴ πρὸς θεῶν, ἡ ναυτικὴ τέχνη ἐστίν, ἢ ἧττόν τι τῆς κεραμευτικῆς ἢ τῆς μαγειρικῆς τυγχάνοι ἂν τοῦδε τοῦ ὀνόματος; — Οὐχ ἧττον ἴσως. — Δ. Ἆρ’ οὖν ἐν νηὶ μεγάλῃ πολλὰ ἱστία ἐχούσῃ καὶ φόρτον πολὺν καὶ ἀνθρώπων ἐπιβατῶν ὅμιλον εἷς ναύτης καλῶς πράττοι ἄν, καὶ συμφέροι αὐτῷ μηδένα ἄλλον ἐν τῇ νηὶ πλεῖν μήτε μᾶλλον αὐτοῦ μήτε ἔλαττον ἐπιστάμενον τὰ ναυτικά· ἂν δὲ πολλοὶ ὦσιν, ἀσύμφοροι ἀλλήλοις ἔσονται καὶ πρὸς βλάβης, καὶ διὰ τοῦτο ἐν νηὶ μισοῦσιν ἀλλήλους οἱ πλείονες ναῦται; — Τοῦτο μὲν ἕτερον τὸ τῶν ναυτῶν.
7
ἀλλὰ κυβερνήτης γε οἶμαι κυβερνήτην οὐκ ἂν ἥδοιτο ὁρῶν συμπλέοντα αὑτῷ. — Δ. Πότερον ὅταν χειμὼν ἰσχυρὸς ᾖ καὶ μὴ κατισχύῃ τοῖν πηδαλίοιν ἑκατέρου διὰ γῆρας ἢ διὰ βίαν τῆς θαλάττης, οὐδὲ τότε φιλεῖ κυβερνήτην ἄλλον οὐδ’ εὔχεται φαίνεσθαι τὸν διαδεξόμενον, οὐδ’ ὅταν κατακοιμηθῆναι δέηται, πολλὰς ἐφεξῆς ἀγρυπνῶν νύκτας καὶ ἡμέρας, ἀλλὰ καὶ τότε ὁμοίως μισεῖ καὶ ζημίαν αὑτοῦ νενόμικεν, εἰ κυβερνήτης ἐν τῇ νηὶ ἕτερός ἐστιν; — Οὐκ ἂν ἴσως τότε μισοῖ· πῶς γὰρ; ἀλλ’ ἡμεῖς οὐ περὶ ναυτιλίας οὐδὲ περὶ τῶν ἐν θαλάττῃ λέγομεν. —