11
ἦν δὲ ἄρα Δημοκήδης ὁ Κροτωνιάτης, ὅσπερ ἄριστος ἐδόκει τῶν τότε ἐν τοῖς Ἕλλησιν ἰατρῶν· ὃς καὶ παραχρῆμα μὲν καθυπνῶσαι αὐτὸν ἐποίησεν, εἶτα καταπλάττων καὶ καταιονῶν καὶ τἄλλα ἐπιμεληθεὶς ὀλίγων ἡμερῶν ὑγιῆ ἀπέδειξεν. κελεύσαντος δὲ Δαρείου λαβεῖν ὅ,τι βούλεται, τοὺς ἰατροὺς παρῃτήσατο ἀφεῖναι αὐτόν. καὶ μέντοι ἀφείθησαν, ἐκείνου δεηθέντος. πότερον οὖν τότε ἐφθόνουν τῷ Δημοκήδει καὶ ἐχθρὸν ἡγοῦντο, ᾗ φησιν Ἡσίοδος ἐπὶ τῶν κεραμέων ἢ τεκτόνων, λυσιτελεῖν νομίζοντες αὑτοῖς, εἰ μηδεὶς ἄλλος ἰατρὸς ἐφάνη βασιλέα ἰασάμενος, ἢ σφόδρα ἠγάπων καὶ χάριν ᾔδεσαν; —
12
Εἰκὸς μὲν ἦν χάριν εἰδέναι. — Δ. Καὶ μὴν θωρακοποιοί εἰσιν ἐν ταῖς πόλεσι καὶ κρανοποιοὶ καὶ τειχοποιοὶ καὶ δορυξόοι καὶ ἕτεροι πλείους· εἰ οὖν τούτοις λυσιτελεῖ ἕνα ἕκαστον ἐν ἑκάστῃ τῶν πόλεων εἶναι τῆς τέχνης δημιουργὸν μᾶλλον ἢ τοὺς ἱκανούς, ἡδέως ἔγωγ’ ἂν πυθοίμην. δῆλον γὰρ ὡς πολεμίων ἐπιόντων, καὶ μήτε τῶν τειχῶν ἑστηκότων μήτε ὡπλισμένων ἁπάντων, ἀναγκάζοιντ’ ἂν ἄνοπλοι καὶ ἀτείχιστοι διακινδυνεύειν.
13
ὥστε ἁλούσης τῆς πόλεως οὐκ ἂν ἴσως οὗτοί γε ἀποθάνοιεν, ληφθέντες δὲ καὶ δεθέντες προῖκα ἂν ἐργάζοιντο τοῖς πολεμίοις πρὸς ἀνάγκην, ἀνθ̓ ὧν πρότερον θρυπτόμενοι πολλῆς τιμῆς ἀπεδίδοντο τούς τε θώρακας καὶ τὰ κράνη καὶ τὰ δόρατα, καὶ γνοῖεν ἂν ὅτι οὐκ ὀρθῶς οὐδ’ ἐπ’ ἀγαθῷ ἐφθόνει καὶ ἐμήνιε διὰ τὴν τέχνην οὔτε χαλκεὺς χαλκεῖ οὔτε τέκτονι τέκτων, οὐδὲ λῷόν τε καὶ ἄμεινον ἦν αὐτῷ μόνῳ ἢ σὺν ὀλίγοις εἶναι τῆς τέχνης ἐργάτην.
14
ἀλλὰ δὴ τοῖς μὲν ἄλλοις σχεδὸν οὐκ ἀεὶ βέλτιον, ὅ φησι βούλεσθαι αὐτοὺς Ἡσίοδος, μόνοις δὲ τοῖς κεραμεῦσι καὶ μαγείροις τε καὶ βαφεῦσι καὶ πορνοβοσκοῖς. οὐκοῦν ἡ ζηλοτυπία καὶ ὁ φθόνος καὶ τὸ μηδένα ἄλλον ἐθέλειν πράττειν τὸ αὐτὸ ἔργον μαγειρικόν τε καὶ βαφικὸν καὶ κεραμευτικὸν καὶ ἔτι μᾶλλον πορνοβοσκοῖς προσῆκον ἤπερ ἰατροῖς τε καὶ κυβερνήταις ἢ ἄλλο τι σπουδαιότερον πράττουσιν. εἶεν· ἀλλ’ εἰ κυβερνήταις τε καὶ ἰατροῖς καὶ οἷς νῦν δὴ ἐλέγομεν οὐ βέλτιον ἐν σπάνει τῶν ὁμοτέχνων ζῆν, ἦπου τοῖς γε φρονίμοις καὶ σοφοῖς ἀνδράσι λῷόν τε καὶ ἄμεινον ὁρᾶσθαι μόνοις; — Οὐδαμῶς.